5
Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον *ἔσωθεν καὶ ἔξωθεν,⸃ κατεσφραγισμένον σφραγῖσιν ἑπτά. Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα *ἐνφωνῇ μεγάλῃ, Τίς *ἄξιός ἐστινἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; Καὶ οὐδεὶς ἐδύνατο *ἐν τῷ οὐρανῷ ἄνω, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς,⸃ ἀνοῖξαι τὸ βιβλίον, *2οὔτεβλέπειν αὐτό. Καὶ *ἐγὼἔκλαιον *πολύ,⸃ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι *τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδού, ἐνίκησεν λέων *ἐκ τῆς φυλῆς Ἰούδα, ῥίζα Δαυίδ, * ἀνοίγων τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδαςαὐτοῦ. Καὶ εἶδον *ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων, καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, ἀρνίον *ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον*2κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, εἰσιν τὰ ἑπτὰ *πνεύματα τοῦ θεοῦἀποστελλόμεναεἰς πᾶσαν τὴν γῆν. Καὶ ἦλθεν, καὶ εἴληφεν *ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. Καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσον ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος *κιθάραν,⸃ καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν *προσευχαὶ τῶν ἁγίων. Καὶ ᾄδουσιν ᾠδὴν καινήν, λέγοντες, Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον, καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ· ὅτι ἐσφάγης, καὶ ἠγόρασας τῷ θεῷ *ἡμᾶςἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, 10  *καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν *2βασιλεῖς καὶ ἱερεῖς,⸃ καὶ βασιλεύσουσινἐπὶ τῆς γῆς. 11 Καὶ εἶδον, καὶ ἤκουσα *ὡςφωνὴν ἀγγέλων πολλῶν *κύκλῳτοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων· *2καὶ ἦν ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων, καὶ χιλιάδες χιλιάδων,⸃ 12 λέγοντες φωνῇ μεγάλῃ, *Ἄξιόν ἐστιν τὸ ἀρνίοντὸ ἐσφαγμένον λαβεῖν *2τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίανκαὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. 13 Καὶ πᾶν κτίσμα **ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς,⸃ καὶ ὑποκάτω τῆς γῆς, καὶ ἐπὶ τῆς θαλάσσης *2ἐστίν,⸃ καὶ τὰ ἐν αὐτοῖς, *3πάνταςἤκουσα λέγοντας, Τῷ καθημένῳ ἐπὶ *4τοῦ θρόνουκαὶ τῷ ἀρνίῳ εὐλογία καὶ τιμὴ καὶ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. *Ἀμήν.⸌ 14 Καὶ *τὰ τέσσαρα ζῷα *2λέγοντα*τὸἈμήν. Καὶ οἱ πρεσβύτεροιἔπεσον, καὶ προσεκύνησαν. *
* 5:1 ⸂ ἔσωθεν καὶ ἔξωθεν RP f 35 ¦ ἔσωθεν καὶ ὄπισθεν TR TNT2 WH NA NIV SBL * 5:2 ⸋ ἐν RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR * 5:2 ⸂ ἄξιός ἐστιν RP ¦ ἄξιός f 35 TNT2 WH NA NIV SBL ¦ ἐστιν ἄξιός TR * 5:3 ⸂ ἐν τῷ οὐρανῷ ἄνω, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς RP ¦ ἐν τῷ οὐρανῷ, οὐδὲ ἐπὶ τῆς γῆς, οὐδὲ ὑποκάτω τῆς γῆς f 35 TR TNT2 WH NA NIV SBL * 5:3 ⸂2 οὔτε RP TNT2 WH NA NIV SBL ¦ οὐδὲ f 35 TR * 5:4 ⸋ ἐγὼ RP f 35 TR TNT2 WH SBL ¦ – NA NIV * 5:4 ⸂ πολύ RP f 35 TNT2 WH NA NIV SBL ¦ πολλὰ TR * 5:4 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ καὶ ἀναγνῶναι f 35 TR * 5:5 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὢν TR * 5:5 ⸂ ὁ ἀνοίγων τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας RP ¦ ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας f 35 TNT2 WH NA NIV SBL ¦ ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς ἑπτὰ σφραγῖδας TR * 5:6 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ ἰδού TR * 5:6 ⸂ ἑστηκὸς … ἔχον RP f 35 TR ¦ ἑστηκὼς … ἔχων TNT2 ¦ ἑστηκὸς … ἔχων WH NA NIV SBL * 5:6 ⸂2 κέρατα ἑπτὰ … ἅ εἰσιν … ἀποστελλόμενα RP f 35 ¦ κέρατα ἑπτὰ … οἵ εἰσι … τὰ ἀπεσταλμένα TR ¦ κέρατα ἑπτὰ … οἵ εἰσιν … ἀπεσταλμένοι TNT2 WH NA NIV SBL * 5:6 ⸉ πνεύματα τοῦ θεοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ θεοῦ πνεύματα TR * 5:7 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ βιβλίον TR * 5:8 ⸂ κιθάραν RP TNT2 WH NA NIV SBL ¦ κιθάρας f 35 TR * 5:8 ⸆ – RP ¦ αἱ f 35 TR TNT2 WH NA NIV SBL * 5:9 ⸋ ἡμᾶς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 5:10 ⸂ καὶ ἐποίησας αὐτοὺς … καὶ βασιλεύσουσιν RP f 35 NA NIV ¦ καὶ ἐποίησας ἡμᾶς … καὶ βασιλεύσομεν TR ¦ καὶ ἐποίησας αὐτοὺς … καὶ βασιλεύουσιν TNT2 WH SBL * 5:10 ⸂2 βασιλεῖς καὶ ἱερεῖς RP f 35 TR ¦ βασιλείαν καὶ ἱερεῖς TNT2 WH NA NIV SBL * 5:11 ⸋ ὡς RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 5:11 ⸂ κύκλῳ RP f 35 TNT2 WH NA NIV SBL ¦ κύκλοθεν TR * 5:11 ⸂2 καὶ ἦν … μυριάδων, καὶ χιλιάδες χιλιάδων RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ χιλιάδες χιλιάδων TR * 5:12 ⸂ Ἄξιόν … τὸ ἀρνίον RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ Ἄξιός … τὸ ἀρνίον NA25 * 5:12 ⸂2 τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν RP ¦ τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν f 35 TR TNT2 WH NA NIV SBL * 5:13 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ ἐστιν f 35 TR * 5:13 ⸂ ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ TR * 5:13 ⸂2 ἐστίν RP WH NA25 ¦ ἅ ἐστίν f 35 ¦ ἅ ἐστί TR ¦ – TNT2 NA27+28 NIV SBL * 5:13 ⸂3 πάντας RP f 35 ¦ πάντα TR TNT2 WH NA NIV SBL * 5:13 ⸂4 τοῦ θρόνου RP f 35 TR TNT2 WH ¦ τῷ θρόνῳ NA NIV SBL * 5:13 ⸋ Ἀμήν. RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 5:14 ⸂ τὰ τέσσαρα ζῷα … Καὶ οἱ πρεσβύτεροι RP f 35 NA27+28 NIV SBL ¦ τὰ τέσσαρα ζῷα … Καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι TR ¦ τὰ τέσσερα ζῷα … Καὶ οἱ πρεσβύτεροι TNT2 WH NA25 * 5:14 ⸂2 λέγοντα RP f 35 ¦ ἔλεγον TR TNT2 WH NA NIV SBL * 5:14 ⸋ τὸ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 5:14 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ζῶντι εἰς τοὺς αἰωνας τῶν αἰώνων TR