2
Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων· ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο *γὰρκαλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος χριστὸς Ἰησοῦς, δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις, εἰς ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος· ἀλήθειαν λέγω *ἐν χριστῷ,⸌ οὐ ψεύδομαι· διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ *διαλογισμοῦ.⸃ Ὡσαύτως *καὶ*2τὰςγυναῖκας ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης, κοσμεῖν ἑαυτάς, μὴ ἐν *πλέγμασιν, χρυσῷ, μαργαρίταις, ἱματισμῷ πολυτελεῖ,⸃ 10 ἀλλ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, διἔργων ἀγαθῶν. 11 Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ. 12  *Γυναικὶ δὲ διδάσκεινοὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλεἶναι ἐν ἡσυχίᾳ. 13 Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα· 14 καὶ Ἀδὰμ οὐκ ἠπατήθη, δὲ γυνὴ *ἀπατηθεῖσαἐν παραβάσει γέγονεν· 15 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.
* 2:3 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:7 ⸋ ἐν χριστῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:8 ⸂ διαλογισμοῦ RP f 35 TR TNT2 NA NIV SBL ¦ διαλογισμῶν WH * 2:9 ⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 2:9 ⸋2 τὰς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:9 ⸂ πλέγμασιν, ἢ χρυσῷ, … ἢ ἱματισμῷ πολυτελεῖ RP f 35 TR ¦ πλέγμασιν καὶ χρυσῷ, … ἢ ἱματισμῷ πολυτελεῖ TNT2 ¦ πλέγμασιν καὶ χρυσίῳ, … ἢ ἱματισμῷ πολυτελεῖ WH NA NIV SBL * 2:12 ⸉ Γυναικὶ δὲ διδάσκειν RP f 35 TR ¦ Διδάσκειν δὲ γυναικὶ TNT2 WH NA NIV SBL * 2:14 ⸂ ἀπατηθεῖσα RP f 35 TR ¦ ἐξαπατηθεῖσα TNT2 WH NA NIV SBL