2
The Coming of the Holy Spirit
Καὶ ἐν τῷ *συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι. Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, §ἐκάθισέ τε ἐφἕνα ἕκαστον αὐτῶν. Καὶ ἐπλήσθησαν *ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.
Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν. Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι §ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. Ἐξίσταντο δὲ *πάντες καὶ ἐθαύμαζον, λέγοντες πρὸς ἀλλήλους, Οὐκ ἰδοὺ §πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ἐγεννήθημεν; Πάρθοι καὶ Μῆδοι καὶ *Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10 Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, 11 Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ. 12 Ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες, Τί ἂν θέλοι τοῦτο εἶναι; 13 Ἕτεροι δὲ §χλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσί.
Peter's Sermon at Pentecost
14 Σταθεὶς δὲ *Πέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρε τὴν φωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς, Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. 15 Οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας· 16 ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ,
 
17 Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει Θεός,
ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·
καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν,
καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται,
καὶ οἱ πρεσβύτεροι ὑμῶν §ἐνύπνια ἐνυπνιασθήσονται·
18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου
ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσι.
19 Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω,
καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω,
αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·
20  ἥλιος μεταστραφήσεται εἰς σκότος,
καὶ σελήνη εἰς αἷμα,
πρὶν * ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ·
21 καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
 
22 Ἄνδρες §Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα *ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησε διαὐτοῦ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς καὶ αὐτοὶ οἴδατε, 23 τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, διὰ §χειρῶν ἀνόμων προσπήξαντες *ἀνείλετε· 24 ὃν Θεὸς ἀνέστησε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπαὐτοῦ. 25 Δαυὶδ γὰρ λέγει εἰς αὐτόν,
 
Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός·
ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ·
26 διὰ τοῦτο §εὐφράνθη * καρδία μου, καὶ ἠγαλλιάσατο γλῶσσά μου·
ἔτι δὲ καὶ σάρξ μου κατασκηνώσει ἐπἐλπίδι·
27 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾍδου,
οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
28 Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς·
πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
 
29 Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου §Δαυίδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. 30 Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ Θεός, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ *τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστόν, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, 31 προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὐ §κατελείφθη ψυχὴ αὐτοῦ εἰς *ᾍδου, οὐδὲ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. 32 Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. 33 Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ Ἁγίου Πνεύματος λαβὼν παρὰ τοῦ πατρός, ἐξέχεε τοῦτο §νῦν ὑμεῖς *βλέπετε καὶ ἀκούετε. 34 Οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός,
 
Εἶπεν Κύριος τῷ Κυρίῳ μου,
Κάθου ἐκ δεξιῶν μου,
35 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
 
36 Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραήλ, ὅτι καὶ Κύριον §καὶ Χριστὸν αὐτὸν Θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.
37 Ἀκούσαντες δὲ κατενύγησαν *τῇ καρδίᾳ, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, Τί ποιήσομεν, ἄνδρες ἀδελφοί; 38 §Πέτρος δὲ ἔφη πρὸς αὐτούς, Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν *ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος. 39 Ὑμῖν γάρ ἐστιν ἐπαγγελία, καὶ τοῖς τέκνοις ὑμῶν, καὶ πᾶσι τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται Κύριος Θεὸς ἡμῶν. 40 Ἑτέροις τε λόγοις πλείοσι §διεμαρτύρετο καὶ *παρεκάλει λέγων, Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. 41 Οἱ μὲν οὖν ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν· καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. 42 Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, §καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
Life Among the Believers
43 *Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. 44 Πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτό, καὶ εἶχον ἅπαντα κοινά, 45 καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶ διεμέριζον αὐτὰ πᾶσι, καθότι ἄν τις χρείαν εἶχε. 46 Καθἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατοἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, 47 αἰνοῦντες τὸν Θεόν, καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθἡμέραν §τῇ ἐκκλησίᾳ.
* 2:1 συμπληρουσθαι ¦ συνπληρουσθαι TH WH 2:1 απαντες ¦ παντες CT 2:1 ομοθυμαδον 94.1% ¦ ομου CT 2.3% § 2:3 εκαθισε τε ¦ και εκαθισεν NA SBL TH WH * 2:4 απαντες ¦ παντες CT 2:4 αυτοις αποφθεγγεσθαι ¦ αποφθεγγεσθαι αυτοις CT 2:5 εν ¦ εις NA § 2:6 ηκουον ¦ ηκουσεν WH * 2:7 παντες ¦ — ECM† HF NA PCK SBL WH 2:7 προς αλληλους 94.2% ¦ — CT 2.7% 2:7 ουκ ¦ ουχ ECM NA SBL TH ¦ ουχι WH § 2:7 παντες ¦ απαντες ECM† NA * 2:9 ελαμιται ¦ ελαμειται TH WH 2:12 διηπορουν ¦ διηπορουντο WH 2:12 αν θελοι ¦ θελει CT § 2:13 χλευαζοντες ¦ διαχλευαζοντες CT PCK * 2:14 πετρος ¦ ο πετρος CT 2:14 απεφθεγξατο ¦ επεφθεγξατο PCK 2:14 απαντες ¦ παντες CT § 2:17 ενυπνια ¦ ενυπνιοις CT * 2:20 η ¦ — NA TH WH 2:20 την ¦ — NA SBL TH WH 2:21 αν ¦ εαν SBL WH § 2:22 ισραηλιται ¦ ισραηλειται TH WH * 2:22 απο του θεου αποδεδειγμενον ¦ αποδεδειγμενον απο του θεου ECM† NA SBL TH WH 2:22 και ¦ — CT 2:23 λαβοντες 95.1% ¦ — CT 2.7% § 2:23 χειρων ¦ χειρος CT * 2:23 ανειλετε ¦ ανειλατε CT 2:25 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH 2:25 προωρωμην ¦ προορωμην CT § 2:26 ευφρανθη ¦ ηυφρανθη CT * 2:26 η καρδια μου ¦ μου η καρδια WH 2:27 εγκαταλειψεις ¦ ενκαταλειψεις TH WH 2:27 αδου ¦ αδην CT § 2:29 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH * 2:30 το κατα σαρκα αναστησειν τον χριστον καθισαι 75.9% ¦ το κατα σαρκα αναστησειν τον χριστον καθισαι τε MSS 5.3% ¦ — CT 2.4% 2:30 του θρονου ¦ τον θρονον CT 2:31 ου ¦ ουτε CT § 2:31 κατελειφθη η ψυχη αυτου 68% ¦ εγκατελειφθη η ψυχη αυτου MSS 21.3% ¦ εγκατελειφθη (εν- TH WH) ECM NA SBL 1.6% * 2:31 αδου ¦ αδην ECM NA SBL WH 2:31 ουδε ¦ ουτε CT 2:33 αγιου πνευματος ¦ πνευματος του αγιου CT § 2:33 νυν ¦ — CT * 2:33 βλεπετε ¦ και βλεπετε NA WH 2:34 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH 2:34 ο ¦ — WH § 2:36 και χριστον αυτον ο θεος εποιησε ¦ αυτον και χριστον εποιησεν ο θεος ECM† NA SBL WH ¦ αυτον και χριστον ο θεος εποιησε ECM† TH * 2:37 τη καρδια ¦ την καρδιαν ECM† NA SBL TH WH 2:37 ειπον ¦ ειπαν WH 2:37 ποιησομεν ¦ ποιησωμεν 𝔐pt CT HF § 2:38 πετρος δε εφη προς αυτους μετανοησατε ¦ ειπε δε πετρος προς αυτους μετανοησατε PCK ¦ πετρος δε προς αυτους μετανοησατε φησι ECM NA TH ¦ πετρος δε προς αυτους μετανοησατε SBL WH * 2:38 επι ¦ εν WH 2:38 αμαρτιων 94.8% ¦ των αμαρτιων υμων ECM† NA SBL TH WH 1.8% 2:38 ληψεσθε ¦ λημψεσθε CT § 2:40 διεμαρτυρετο ¦ διεμαρτυρατο CT PCK * 2:40 παρεκαλει ¦ παρεκαλει αυτους ECM† NA SBL TH WH 2:41 ασμενως ¦ — CT 2:41 τη ¦ εν τη CT § 2:42 και ¦ — CT * 2:43 εγενετο ¦ εγινετο ECM† NA SBL TH WH 2:43 τε ¦ δε WH 2:44 πιστευοντες ησαν επι το αυτο και ¦ πιστευσαντες επι το αυτο WH § 2:47 τη εκκλησια επι το αυτο δε πετρος 86.6% ¦ επι το αυτο πετρος δε CT 2.4%