5
Ananias and Sapphira
Ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι, σὺν *Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ, ἐπώλησε κτῆμα, καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίας καὶ τῆς γυναικὸς αὐτοῦ, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν. Εἶπε δὲ §Πέτρος, Ἀνανία, διὰ τί ἐπλήρωσεν Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ νοσφίσασθαί *σε ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐχὶ μένον σοὶ ἔμενε, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Ἀκούων δὲ Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξε· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. Ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτόν, καὶ ἐξενέγκαντες ἔθαψαν.
Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα, καὶ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. Ἀπεκρίθη δὲ §αὐτῇ * Πέτρος, Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; δὲ εἶπε, Ναί, τοσούτου. δὲ Πέτρος εἶπε πρὸς αὐτήν, Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα Κυρίου; Ἰδού, οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσί σε. 10 Ἔπεσε δὲ παραχρῆμα παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. 11 Καὶ ἐγένετο φόβος μέγας ἐφὅλην τὴν ἐκκλησίαν, καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
The Apostles Perform Signs and Wonders
12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων §ἐγίνετο σημεῖα καὶ τέρατα *ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος. 13 Τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλἐμεγάλυνεν αὐτοὺς λαός· 14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ, πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· 15 ὥστε §κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς, καὶ τιθέναι ἐπὶ *κλινῶν καὶ κραββάτων, ἵνα ἐρχομένου Πέτρου κἂν σκιὰ §ἐπισκιάσῃ τινὶ αὐτῶν. 16 Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων *εἰς Ἱερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
An Angel Frees the Apostles from Prison
17 Ἀναστὰς δὲ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ οὖσα αἵρεσις τῶν Σαδδουκαίωνἐπλήσθησαν ζήλου, 18 καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. 19 Ἄγγελος δὲ Κυρίου διὰ §τῆς νυκτὸς *ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε, 20 Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. 21 Ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερόν, καὶ ἐδίδασκον.
Παραγενόμενος δὲ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον, ἀχθῆναι αὐτούς. 22 Οἱ δὲ ὑπηρέται παραγενόμενοι οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ· ἀναστρέψαντες δὲ ἀπήγγειλαν, 23 λέγοντες ὅτι Τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας §ἑστῶτας *πρὸ τῶν θυρῶν· ἀνοίξαντες δέ, ἔσω οὐδένα εὕρομεν. 24 Ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους τε ἱερεὺς καὶ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν, τί ἂν γένοιτο τοῦτο. 25 Παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι Ἰδού, οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. 26 Τότε ἀπελθὼν στρατηγὸς σὺν τοῖς ὑπηρέταις §ἤγαγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, *ἵνα μὴ λιθασθῶσιν.
27 Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. Καὶ ἐπηρώτησεν αὐτοὺς ἀρχιερεύς, 28 λέγων, Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. 29 Ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι §εἶπον, Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἀνθρώποις. 30  Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε, κρεμάσαντες ἐπὶ ξύλου. 31 Τοῦτον Θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, *δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. 32 Καὶ ἡμεῖς ἐσμεν αὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ Πνεῦμα δὲ τὸ Ἅγιον, ἔδωκεν Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
33 Οἱ δὲ §ἀκούσαντες διεπρίοντο, καὶ *ἐβουλεύοντο ἀνελεῖν αὐτούς. 34 Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχύ τι τοὺς ἀποστόλους ποιῆσαι. 35 Εἶπέ τε πρὸς αὐτούς, Ἄνδρες §Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν. 36 Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, *προσεκλήθη ἀριθμὸς ἀνδρῶν ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. 37 Μετὰ τοῦτον ἀνέστη Ἰούδας Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησε λαὸν §ἱκανὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. 38 Καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ *ἐάσατε αὐτούς· ὅτι ἐὰν ἐξ ἀνθρώπων βουλὴ τὸ ἔργον τοῦτο, καταλυθήσεται· 39 εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δύνασθε καταλῦσαι §αὐτό, μήποτε καὶ θεομάχοι εὑρεθῆτε. 40 Ἐπείσθησαν δὲ αὐτῷ· καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, *δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν αὐτούς. 41 Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος τοῦ Ἰησοῦ κατηξιώθησαν ἀτιμασθῆναι. 42 Πᾶσάν τε ἡμέραν, ἐν τῷ ἱερῷ καὶ κατοἶκον, οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι §Ἰησοῦν τὸν Χριστόν.
* 5:1 σαπφειρη 𝔐32 ¦ σαπφειρα 𝔐12 PCK TH ¦ σαπφιρη ECM NA SBL 5:2 συνειδυιας ¦ συνειδυιης CT 5:2 αυτου ¦ — CT § 5:3 πετρος 𝔐31 ¦ ο πετρος 𝔐11 CT * 5:3 σε 𝔐26 ¦ — 𝔐21 ANT CT TR 5:5 ο ¦ — TR 5:5 ταυτα ¦ — CT § 5:8 αυτη ¦ προς αυτην CT * 5:8 ο ¦ — CT 5:9 ειπε ¦ — CT 5:10 παρα ¦ προς ECM† NA SBL TH WH § 5:12 εγινετο 𝔐32 ¦ εγενετο 𝔐15 PCK ST * 5:12 εν τω λαω πολλα ¦ πολλα εν τω λαω CT 5:12 απαντες ¦ παντες WH 5:12 σολομωντος ¦ σολομωνος PCK § 5:15 κατα ¦ και εις CT * 5:15 κλινων ¦ κλιναριων CT 5:15 κραββατων ¦ κραβαττων ANT CT 5:15 πετρου ¦ του πετρου PCK § 5:15 επισκιαση 𝔐32 ¦ επισκιασει 𝔐15 WH * 5:16 εις ¦ — CT 5:16 οιτινες ¦ και PCK 5:18 αυτων ¦ — ECM† NA SBL TH WH § 5:19 της ¦ — CT * 5:19 ηνοιξε ¦ ανοιξας ECM† NA 5:22 υπηρεται παραγενομενοι ¦ παραγενομενοι υπηρεται CT PCK 5:23 μεν ¦ — CT § 5:23 εστωτας ¦ εξω εστωτας TR * 5:23 προ ¦ επι ECM† NA SBL TH WH 5:24 ιερευς και ο 81.7% ¦ — CT 8.1% 5:25 οτι ¦ λεγων οτι TR § 5:26 ηγαγεν ¦ ηγεν NA TH WH * 5:26 ινα ¦ — CT 5:28 ου ¦ — ECM† SBL TH WH 5:29 πετρος ¦ ο πετρος TR § 5:29 ειπον ¦ ειπαν CT * 5:31 δουναι ¦ του δουναι NA SBL WH 5:32 αυτου ¦ — ECM† NA SBL TH WH 5:32 δε ¦ — CT § 5:33 ακουσαντες 𝔐34 ¦ ακουοντες 𝔐13 PCK RP * 5:33 εβουλευοντο 𝔐32 ¦ εβουλοντο 𝔐14 NA SBL TH WH 5:34 βραχυ τι τους αποστολους 𝔐27 ¦ τους αποστολους βραχυ τι 𝔐17 ¦ βραχυ τους αποστολους CT 5:34 αποστολους 98.3% ¦ ανθρωπους CT 1.1% § 5:35 ισραηλιται ¦ ισραηλειται TH WH * 5:36 προσεκληθη (προσεκλιθη ANT CT PCK) 𝔐33 ¦ προσεκολληθη 𝔐13 TR 5:36 αριθμος ανδρων ¦ ανδρων αριθμος CT 5:36 ωσει ¦ ως CT PCK § 5:37 ικανον ¦ — CT * 5:38 εασατε ¦ αφετε ECM† NA SBL TH WH 5:38 βουλη ¦ βουλη αυτη ANT CT TR 5:39 δυνασθε 𝔐34 ¦ δυνησεσθε 𝔐14 CT PCK § 5:39 αυτο ¦ αυτους CT * 5:40 δειραντες ¦ δηραντες PCK 5:40 αυτους ¦ — CT 5:41 υπερ του ονοματος του ιησου κατηξιωθησαν 𝔐8 ¦ υπερ του ονοματος αυτου κατηξιωθησαν 𝔐9 ANT TR ¦ υπερ του ονοματος του κυριου ιησου κατηξιωθησαν 𝔐5 ¦ κατηξιωθησαν υπερ του ονοματος 𝔐4 CT ¦ κατηξιωθησαν υπερ του ονοματος αυτου 𝔐4 ¦ υπερ του ονοματος κατηξιωθησαν 𝔐4 ¦ υπερ του ονοματος του ιησου κατηξιωθησαν 𝔐4 ¦ κατηξιωθησαν υπερ του ονοματος του χριστου PCK § 5:42 ιησουν τον χριστον 𝔐25 ¦ τον χριστον ιησουν 𝔐16 CT PCK