9
The Conversion of Saul
δὲ Σαῦλος ἔτι *ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ, ᾐτήσατο παραὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ· καὶ ἐξαίφνης §περιήστραψεν αὐτὸν φῶς *ἀπὸ τοῦ οὐρανοῦ· καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσε φωνὴν λέγουσαν αὐτῷ, Σαούλ, Σαούλ, τί με διώκεις; Εἶπε δέ, Τίς εἶ, Κύριε; δὲ Κύριος εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· §ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι *τί σε δεῖ ποιεῖν. Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. Ἠγέρθη δὲ § Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένων *τε τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε, χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
10 Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν Κύριος ἐν ὁράματι, Ἀνανία. δὲ εἶπεν, Ἰδοὺ ἐγώ, Κύριε. 11  δὲ Κύριος πρὸς αὐτόν, §Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, 12 καὶ εἶδεν *ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ. 13 Ἀπεκρίθη δὲ §Ἀνανίας, Κύριε, *ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ· 14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. 15 Εἶπε δὲ πρὸς αὐτὸν Κύριος, Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον §ἐθνῶν *καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ· 16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. 17 Ἀπῆλθε δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπαὐτὸν τὰς χεῖρας εἶπε, Σαοὺλ ἀδελφέ, Κύριος ἀπέσταλκέ με, ὀφθείς σοι ἐν τῇ ὁδῷ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου. 18 Καὶ εὐθέως ἀπέπεσον §ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ *ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε καὶ ἀναστὰς ἐβαπτίσθη, 19 καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.
Paul Preaches Christ in Damascus
Ἐγένετο δὲ § Σαῦλος μετὰ *τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς. 20 Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Χριστόν, ὅτι οὗτός ἐστιν υἱὸς τοῦ Θεοῦ. 21 Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν πορθήσας ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο §ἐλήλυθεν ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; 22 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ *συνέχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν Χριστός.
Saul Escapes Death
23 Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· 24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἐπιβουλὴ αὐτῶν. §Παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτός, ὅπως αὐτὸν ἀνέλωσι· 25 λαβόντες δὲ *αὐτὸν οἱ μαθηταὶ νυκτός, καθῆκαν διὰ τοῦ τείχους, χαλάσαντες ἐν σπυρίδι.
Saul in Jerusalem
26 Παραγενόμενος δὲ § Σαῦλος *ἐν Ἱερουσαλήμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶ μαθητής. 27 Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. 28 Καὶ ἦν μεταὐτῶν §εἰσπορευόμενος *εἰς Ἱερουσαλήμ, καὶ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, 29 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν §αὐτὸν ἀνελεῖν. 30 Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς *Καισάρειαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
31 Αἱ μὲν οὖν ἐκκλησίαι καθὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ §Σαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι, καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος ἐπληθύνοντο.
Peter Heals Aeneas
32 Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας *Λύδδαν. 33 Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτῳ, ὃς ἦν παραλελυμένος. 34 Καὶ εἶπεν αὐτῷ Πέτρος, Αἰνέα, ἰᾶταί σε Ἰησοῦς § Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη. 35 Καὶ *εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Ἀσσάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον.
Peter Raises Dorcas
36 Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι §Ταβηθά, διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης *ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. 37 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ. 38 Ἐγγὺς δὲ οὔσης §Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, *ἀπέστειλαν πρὸς αὐτόν, παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. 39 Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μεταὐτῶν οὖσα Δορκάς. 40 Ἐκβαλὼν δὲ ἔξω πάντας Πέτρος θεὶς τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπε, §Ταβηθά, ἀνάστηθι. δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισε. 41 Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν· φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν. 42 Γνωστὸν δὲ ἐγένετο καθὅλης *τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον. 43 Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
* 9:1 εμπνεων ¦ ενπνεων WH 9:2 της οδου οντας ¦ οντας της οδου ECM† 9:3 και εξαιφνης ¦ εξαιφνης τε ECM NA SBL ¦ εξεφνης τε TH WH § 9:3 περιηστραψεν αυτον ¦ αυτον περιηστραψε CT * 9:3 απο ¦ εκ CT 9:5 κυριος ειπεν ¦ — CT 9:5 διωκεις ¦ διωκεις σκληρον σοι προς κεντρα λακτιζειν τρεμων τε και θαμβων ειπε κυριε τι με θελεις ποιησαι και ο κυριος προς αυτον TR § 9:6 αλλα ¦ αλλ ECM NA28 ¦ — TR * 9:6 τι ¦ οτι ECM ¦ ο τι NA SBL TH WH 9:7 ειστηκεισαν ¦ ιστηκεισαν TH WH 9:7 ενεοι ¦ εννεοι 𝔐pt TR § 9:8 ο ¦ — CT * 9:8 τε ¦ δε CT TR 9:8 ουδενα ¦ ουδεν NA SBL TH WH 9:10 ο κυριος εν οραματι ¦ εν οραματι ο κυριος CT § 9:11 αναστας ¦ αναστα WH * 9:12 εν οραματι ανδρα ¦ ανδρα ECM ¦ ανδρα εν οραματι NA SBL TH WH 9:12 ονοματι ανανιαν ¦ ανανιαν ονοματι CT PCK 9:12 χειρα ¦ τας χειρας NA WH ¦ χειρας ECM SBL TH § 9:13 ανανιας ¦ ο ανανιας TR * 9:13 ακηκοα ¦ ηκουσα CT 9:13 εποιησε τοις αγιοις σου ¦ τοις αγιοις σου εποιησεν ECM† NA SBL TH WH 9:15 μοι εστιν ¦ εστι μοι CT § 9:15 εθνων ¦ των εθνων WH * 9:15 και ¦ τε και CT 9:17 ο ¦ ιησους ο ANT CT TR 9:18 απεπεσον ¦ απεπεσαν CT § 9:18 απο των οφθαλμων αυτου ¦ αυτου απο των οφθαλμων CT * 9:18 ωσει ¦ ως ECM† NA SBL TH WH 9:18 τε ¦ τε παραχρημα 𝔐pt PCK TR 9:19 ενισχυσεν ¦ ενισχυθη WH § 9:19 ο σαυλος ¦ — CT * 9:19 των ¦ των οντων ANT 9:20 χριστον ¦ ιησουν ANT CT PCK 9:21 εν ¦ εις NA § 9:21 εληλυθεν ¦ εληλυθει CT TR * 9:22 συνεχυνε ¦ συνεχυννε ECM NA SBL WH 9:22 τους ¦ — WH 9:22 συμβιβαζων ¦ συνβιβαζων WH § 9:24 παρετηρουν τε ¦ παρετηρουντο δε και CT * 9:25 αυτον οι μαθηται 86.6% ¦ οι μαθηται αυτου CT 2.1% 9:25 καθηκαν δια του τειχους ¦ δια του τειχους καθηκαν αυτον CT 9:25 σπυριδι ¦ σφυριδι WH § 9:26 ο σαυλος ¦ — CT * 9:26 εν ¦ εις ANT CT TR 9:26 επειρατο ¦ επειραζε ECM† NA SBL TH WH 9:27 του ιησου ¦ του κυριου ιησου PCK ¦ ιησου WH § 9:28 εισπορευομενος ¦ εισπορευομενος και εκπορευομενος 𝔐pt ANT CT PCK TR * 9:28 εις ¦ εν 𝔐pt ANT PCK TR 9:28 και ¦ — CT 9:28 κυριου ιησου ¦ ιησου PCK ¦ κυριου CT § 9:29 αυτον ανελειν ¦ ανελειν αυτον CT PCK * 9:30 καισαρειαν ¦ καισαριαν WH 9:30 αυτον ¦ — ECM† PCK 9:31 αι … εκκλησιαι … ειχον … οικοδομουμεναι … πορευομεναι … επληθυνοντο 87.6% ¦ η … εκκλησια … ειχεν … οικοδομουμενη … πορευομενη … επληθυνετο CT 7.8% § 9:31 σαμαρειας ¦ σαμαριας WH * 9:32 λυδδαν ¦ λυδδα CT 9:33 αινεαν ονοματι ¦ ονοματι αινεαν CT 9:33 κραββατω ¦ κραββατου 𝔐pt ¦ κραβαττω ANT ¦ κραβαττου ECM† NA SBL TH WH § 9:34 ο ¦ — ECM† NA SBL TH WH * 9:35 ειδον ¦ ειδαν CT 9:35 λυδδαν ¦ λυδδα CT 9:35 ασσαρωνα ¦ σαρωνα ANT CT SCR ¦ σαρωναν ST § 9:36 ταβηθα ¦ ταβιθα ANT ECM HF NA SBL TH TR ¦ ταβειθα WH * 9:36 αγαθων εργων ¦ εργων αγαθων ECM† NA SBL TH WH 9:37 αυτην εθηκαν ¦ εθηκαν αυτην ECM† NA SBL TH ¦ εθηκαν WH 9:37 υπερωω ¦ τω υπερωω PCK § 9:38 λυδδης ¦ λυδδας CT * 9:38 απεστειλαν ¦ απεστειλαν δυο ανδρας ANT CT TR 9:38 οκνησαι διελθειν εως αυτων ¦ οκνησης διελθειν εως ημων CT 9:40 θεις ¦ και θεις CT § 9:40 ταβηθα ¦ ταβιθα ANT ECM HF NA SBL TH TR ¦ ταβειθα WH * 9:42 της ¦ — WH 9:42 πολλοι επιστευσαν ¦ επιστευσαν πολλοι CT 9:43 ημερας ικανας μειναι αυτον ECM† ¦ αυτον ημερας ικανας μειναι ECM† PCK TH ¦ ημερας ικανας μειναι ECM† NA SBL WH