ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β
1
Παῦλος ἀπόστολος *Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Εὐλογητὸς Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ §τοῦ Χριστοῦ περισσεύει καὶ παράκλησις ἡμῶν. Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, *τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν· καὶ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως.
Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης §ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθὑπερβολὴν *ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν. Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφἑαυτοῖς ἀλλἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· 10 ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ §ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, 11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ *ὑμῶν.
12  γὰρ καύχησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ §Θεοῦ, *οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλἐν χάριτι Θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς. 13 Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ ἀναγινώσκετε καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε· 14 καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ.
15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην §ἐλθεῖν πρὸς ὑμᾶς τὸ πρότερον, ἵνα δευτέραν *χάριν ἔχητε· 16 καὶ διὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. 17 Τοῦτο οὖν βουλευόμενος, μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα παρἐμοὶ τὸ Ναί, ναὶ καὶ τὸ Οὔ, οὔ; 18 Πιστὸς δὲ Θεός, ὅτι λόγος ἡμῶν πρὸς ὑμᾶς οὐκ §ἐγένετο Ναὶ καὶ Οὔ. 19  *γὰρ τοῦ Θεοῦ υἱὸς Ἰησοῦς Χριστὸς ἐν ὑμῖν διἡμῶν κηρυχθείς, διἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν. 20 Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ Ναί, καὶ ἐν αὐτῷ τὸ Ἀμήν, τῷ Θεῷ πρὸς δόξαν διἡμῶν. 21  δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστόν, καὶ χρίσας ἡμᾶς, Θεός· 22  καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
23 Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. 24 Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε.
* 1:1 ιησου χριστου ¦ χριστου ιησου CT 1:3 οικτιρμων ¦ οικτειρμων TH 1:4 επι ¦ εν ANT § 1:5 του ¦ — ANT TR * 1:6 της ενεργουμενης εν υπομονη των αυτων παθηματων ων και ημεις πασχομεν και η ελπις ημων βεβαια υπερ υμων ειτε παρακαλουμεθα υπερ της υμων παρακλησεως και σωτηριας 67.2% ¦ ειτε παρακαλουμεθα υπερ της υμων παρακλησεως της ενεργουμενης εν υπομονη των αυτων παθηματων ων και ημεις πασχομεν και η ελπις ημων βεβαια υπερ υμων NA SBL WH 4% ¦ της ενεργουμενης εν υπομονη των αυτων παθηματων ων και ημεις πασχομεν ειτε παρακαλουμεθα υπερ της υμων παρακλησεως και σωτηριας και η ελπις ημων βεβαια υπερ υμων TR 0.8% 1:7 ωσπερ ¦ ως CT 1:8 υπερ ¦ περι TH § 1:8 ημιν 90.1% ¦ — CT 8.2% * 1:8 εβαρηθημεν υπερ δυναμιν ¦ υπερ δυναμιν εβαρηθημεν CT 1:9 αλλα ¦ αλλ NA28 1:10 ερρυσατο ¦ ερυσατο WH § 1:10 ρυεται ¦ ρυσεται CT * 1:11 υμων ¦ ημων ANT CT TR 1:12 απλοτητι 94.3% ¦ αγιοτητι SBL TH WH 4.5% 1:12 ειλικρινεια ¦ ειλικρινια WH § 1:12 θεου ¦ του θεου CT * 1:12 ουκ ¦ και ουκ NA WH 1:13 και ¦ — CT 1:14 κυριου ¦ κυριου ημων NA SBL WH § 1:15 ελθειν προς υμας το προτερον 57.7% ¦ προς υμας ελθειν το προτερον PCK 21.3% ¦ προτερον προς υμας ελθειν CT 7% ¦ προς υμας ελθειν προτερον ANT TR 2.3% * 1:15 χαριν ¦ χαραν WH 1:15 εχητε ¦ σχητε CT 1:17 βουλευομενος ¦ βουλομενος ANT CT § 1:18 εγενετο ¦ εστι CT * 1:19 γαρ του θεου ¦ του θεου γαρ CT 1:19 ιησους χριστος ¦ χριστος ιησους WH 1:20 και εν αυτω 90.3% ¦ διο και δι αυτου CT 6.8%