5
Do Not Submit Again to a Yoke of Slavery
Τῇ ἐλευθερίᾳ *οὖν Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος ἐξεπέσατε. Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις διἀγάπης ἐνεργουμένη.
Ἐτρέχετε καλῶς· τίς ὑμᾶς §ἐνέκοψε *τῇ ἀληθείᾳ μὴ πείθεσθαι; πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. 10 Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε· δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ἂν . 11 Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. 12 Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
13 Ὑμεῖς γὰρ ἐπἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. 14  γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς §ἑαυτόν. 15 Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ *ὑπὸ ἀλλήλων ἀναλωθῆτε.
The Fruit of the Spirit and the Works of the Flesh
16 Λέγω δέ, πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. 17  γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ §ἂν θέλητε, ταῦτα ποιῆτε. 18 Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. 19 Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι *μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, 20 εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, §ἔρεις, *ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, 21 φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις· προλέγω ὑμῖν, καθὼς §καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. 22  δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 *πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. 24 Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.
25 Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26 Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
* 5:1 ουν η χριστος ημας ηλευθερωσε στηκετε 65% ¦ ημας χριστος ηλευθερωσε στηκετε ουν CT 1% 5:4 του ¦ — CT 5:4 εξεπεσατε ¦ εξεπεσετε 𝔐pt HF PCK § 5:7 ενεκοψε ¦ ανεκοψε TR * 5:7 τη ¦ — WH 5:10 αν ¦ εαν CT 5:14 πληρουται ¦ πεπληρωται CT § 5:14 εαυτον ¦ σεαυτον 𝔐pt ANT CT HF PCK * 5:15 υπο ¦ υπ ANT CT 5:17 δε ¦ γαρ CT 5:17 αντικειται αλληλοις ¦ αλληλοις αντικειται CT § 5:17 αν ¦ εαν CT * 5:19 μοιχεια ¦ — CT 5:20 ειδωλολατρεια ¦ ειδωλολατρια ANT NA PCK SBL WH 5:20 φαρμακεια ¦ φαρμακια WH § 5:20 ερεις ¦ ερις CT PCK * 5:20 ζηλοι ¦ ζηλος CT 5:20 εριθειαι ¦ εριθιαι WH 5:21 φονοι ¦ — NA SBL WH § 5:21 και ¦ — CT * 5:23 πραοτης ¦ πραυτης CT 5:24 χριστου ¦ χριστου ιησου NA TH WH 5:26 γινωμεθα ¦ γεινωμεθα TH