2
Warning Against Partiality
Ἀδελφοί μου, μὴ ἐν *προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης. Ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν §ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε *αὐτῷ, Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, Σὺ στῆθι ἐκεῖ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου, καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;
Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί· οὐχ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς §τοῦ κόσμου πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; Ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; Οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφὑμᾶς; Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς *σεαυτόν, καλῶς ποιεῖτε· εἰ δὲ προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 10 Ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσει, πταίσει δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος. 11  γὰρ εἰπών, Μὴ §μοιχεύσῃς, εἶπε καί, Μὴ *φονεύσῃς· εἰ δὲ οὐ μοιχεύσεις, φονεύσεις δέ, γέγονας παραβάτης νόμου. 12 Οὕτω λαλεῖτε καὶ οὕτω ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13  γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι §ἔλεος· κατακαυχᾶται *ἔλεον κρίσεως.
Faith and Works
14 Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχῃ; Μὴ δύναται πίστις σῶσαι αὐτόν; 15 Ἐὰν §δὲ ἀδελφὸς ἀδελφὴ γυμνοὶ ὑπάρχωσι καὶ λειπόμενοι *ὦσι τῆς ἐφημέρου τροφῆς, 16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος; 17 Οὕτω καὶ πίστις, ἐὰν μὴ ἔργα ἔχῃ, νεκρά ἐστι καθἑαυτήν.
18 Ἀλλἐρεῖ τις, Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω. Δεῖξόν μοι τὴν πίστιν σου §ἐκ τῶν ἔργων *σου, κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου. 19 Σὺ πιστεύεις ὅτι § Θεὸς εἷς ἐστι; Καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι—καὶ φρίσσουσι. 20 Θέλεις δὲ γνῶναι, ἄνθρωπε κενέ, ὅτι πίστις χωρὶς τῶν ἔργων *νεκρά ἐστιν; 21 Ἀβραὰμ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 22 Βλέπεις ὅτι πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων πίστις ἐτελειώθη; 23 Καὶ ἐπληρώθη γραφὴ λέγουσα, Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. 24 Ὁρᾶτε τοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον. 25 Ὁμοίως δὲ καὶ Ῥαὰβ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; 26 Ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτω καὶ πίστις χωρὶς §τῶν ἔργων νεκρά ἐστι.
* 2:1 προσωποληψιαις ¦ προσωπολημψιαις CT 2:2 την ¦ — CT 2:3 και επιβλεψητε ¦ επιβλεψητε δε ECM NA SBL WH § 2:3 εσθητα την λαμπραν ¦ λαμπραν εσθητα PCK * 2:3 αυτω ¦ — CT 2:3 εκει η καθου ωδε 86.4% ¦ εκει η καθου NA27 TH 1% ¦ η καθου εκει ECM NA28 SBL WH 1% 2:4 και 70.3% ¦ — NA27 PCK SBL TH WH 27.3% § 2:5 του κοσμου 89.6% ¦ του κοσμου τουτου TR 6.1% ¦ τω κοσμω CT 2.3% * 2:8 σεαυτον 𝔐32 ¦ εαυτον 𝔐56 2:9 προσωποληπτειτε ¦ προσωπολημπτειτε CT 2:10 τηρησει πταισει ¦ τηρηση πταιση ANT CT § 2:11 μοιχευσης ¦ μοιχευσεις HF RP * 2:11 φονευσης ¦ φονευσεις HF RP 2:11 μοιχευσεις φονευσεις ¦ μοιχευεις φονευεις ECM† NA SBL TH WH 2:13 ανελεος 𝔐39 ¦ ανιλεως 𝔐49 TR ¦ ανηλεος PCK § 2:13 ελεος ¦ ελεος και TR * 2:13 ελεον ¦ ελεος ANT CT TR 2:14 το ¦ — SBL WH 2:14 εχη 𝔐53 ¦ εχει 𝔐29 PCK § 2:15 δε ¦ — CT * 2:15 ωσι ¦ — NA27 SBL TH WH 2:16 το ¦ — SBL WH 2:17 εργα εχη ¦ εχη εργα CT § 2:18 εκ 87.7% ¦ χωρις CT SCR 11.1% * 2:18 σου ¦ — CT 2:18 δειξω σοι ¦ σοι δειξω CT 2:18 μου ¦ — CT § 2:19 ο θεος εις εστι 80.6% ¦ θεος εις εστι MSS 9.8% ¦ εις θεος εστι WH 4.1% ¦ εις εστιν ο θεος ECM NA SBL TH 1.8% * 2:20 νεκρα 98.2% ¦ αργη CT 1.6% 2:24 τοινυν 86.9% ¦ — CT 11.7% 2:26 γαρ ¦ — WH § 2:26 των ¦ — CT