14
I Am the Way, the Truth, and the Life
1 Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. 2 ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν *ὑμῖν· Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν. 3 καὶ ἐὰν πορευθῶ, †ἑτοιμάσω ‡ὑμῖν τόπον· πάλιν ἔρχομαι καὶ §παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε. 4 καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, *καὶ τὴν ὁδὸν οἴδατε. 5 λέγει αὐτῷ Θωμᾶς, Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· †καὶ πῶς ‡δυνάμεθα τὴν ὁδὸν εἰδέναι; 6 λέγει αὐτῷ §ὁ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ. 7 εἰ *ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου †ἐγνώκειτε ἄν· ‡καὶ ἀπ᾽ ἄρτι §γινώσκετε αὐτόν, καὶ ἑωράκατε *αὐτόν.
8 Λέγει αὐτῷ Φίλιππος, Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. 9 λέγει αὐτῷ ὁ Ἰησοῦς, †Τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα· ‡καὶ πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν πατέρα; 10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι; τὰ ῥήματα ἃ ἐγὼ §λαλῶ ὑμῖν, ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ *ὁ ἐν ἐμοὶ μένων, †αὐτὸς ποιεῖ τὰ ‡ἔργα. 11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν §ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ *μοι. 12 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· ὅτι ἐγὼ πρὸς τὸν πατέρα †μου πορεύομαι. 13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ. 14 ἐάν τι αἰτήσητέ ‡με ἐν τῷ ὀνόματί μου, §ἐγὼ ποιήσω.
Jesus Promises to Send the Holy Spirit
15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς *τηρήσατε. 16 †καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα ‡μένῃ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα, 17 τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ §γινώσκει *αὐτό. ὑμεῖς †δὲ ‡γινώσκετε αὐτό, ὅτι παρ᾽ ὑμῖν μένει, καὶ ἐν ὑμῖν §ἔσται.
18 Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. 19 ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με· ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς *ζήσεσθε. 20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ †γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοί, ‡κἀγὼ ἐν ὑμῖν. 21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου· §καὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. 22 λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης, Κύριε, *καὶ τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτόν, καὶ οὐχὶ τῷ κόσμῳ; 23 ἀπεκρίθη †Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ ‡ποιήσομεν. 24 ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός.
25 Ταῦτα λελάληκα ὑμῖν παρ᾽ ὑμῖν μένων. 26 ὁ δὲ παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον §ὑμῖν. 27 εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω. 28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι *εἶπον, Πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατήρ †μου μείζων μού ἐστι. 29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι· ἵνα, ὅταν γένηται, πιστεύσητε. 30 οὐκέτι πολλὰ λαλήσω μεθ᾽ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ ‡κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν· 31 ἀλλ᾽ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς §ἐνετείλατό μοι ὁ πατήρ, οὕτω ποιῶ. ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
* 14:2 υμιν ¦ υμιν οτι ᴄᴛ † 14:3 ετοιμασω ʙ18 ¦ ετοιμασαι ʙ9 ¦ και ετοιμασω ʙ5 ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ᴛʀ ‡ 14:3 υμιν τοπον ¦ τοπον υμιν ᴄᴛ § 14:3 παραληψομαι ¦ παραλημψομαι ᴄᴛ * 14:4 και την οδον οιδατε ¦ την οδον ᴄᴛ † 14:5 και ¦ — ᴄᴛ ‡ 14:5 δυναμεθα την οδον ειδεναι ¦ οιδαμεν την οδον ᴡʜ § 14:6 ο ¦ — ᴡʜ * 14:7 εγνωκειτε ¦ εγνωκατε ɴᴀ † 14:7 εγνωκειτε αν ¦ γνωσεσθε ɴᴀ ¦ αν ηδειτε ꜱʙʟ ᴛʜ ᴡʜ ‡ 14:7 και ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ § 14:7 γινωσκετε ¦ γεινωσκετε ᴛʜ * 14:7 αυτον ¦ — ᴡʜ † 14:9 τοσουτον χρονον ¦ τοσουτω χρονω ɴᴀ ꜱʙʟ ‡ 14:9 και ¦ — ᴄᴛ § 14:10 λαλω ¦ λεγω ᴄᴛ * 14:10 ο ¦ — ᴄᴛ † 14:10 αυτος ¦ — ᴄᴛ ‡ 14:10 εργα ¦ εργα αυτου ᴄᴛ § 14:11 εμοι ¦ εμοι εστιν ᴇʟᴢ * 14:11 μοι ¦ — ᴄᴛ † 14:12 μου ¦ — ᴄᴛ ‡ 14:14 με ʙ14 ¦ — ʙ18 ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ᴛʀ § 14:14 εγω ¦ τουτο ᴡʜ * 14:15 τηρησατε ¦ τηρησετε ᴄᴛ † 14:16 και εγω ¦ καγω ᴄᴛ ‡ 14:16 μενη μεθ υμων εις τον αιωνα ¦ μεθ υμων εις τον αιωνα η ɴᴀ ᴛʜ ¦ η μεθ υμων εις τον αιωνα ꜱʙʟ ᴡʜ § 14:17 γινωσκει ¦ γεινωσκει ᴛʜ * 14:17 αυτο ¦ — ᴄᴛ † 14:17 δε ¦ — ᴄᴛ ‡ 14:17 γινωσκετε ¦ γεινωσκετε ᴛʜ § 14:17 εσται ¦ εστιν ᴡʜ * 14:19 ζησεσθε ¦ ζησετε ᴄᴛ † 14:20 γνωσεσθε υμεις ¦ υμεις γνωσεσθε ᴡʜ ‡ 14:20 καγω ʙ21 ¦ και εγω ʙ11 ʀᴘ § 14:21 και εγω ¦ καγω ᴄᴛ * 14:22 και ¦ — ꜱʙʟ ᴛʜ ᴛʀ ᴡʜ † 14:23 ιησους ¦ ο ιησους ᴛʀ ‡ 14:23 ποιησομεν ¦ ποιησομεθα ᴄᴛ § 14:26 υμιν ¦ υμιν εγω ɴᴀ ᴡʜ * 14:28 ειπον ¦ — ᴄᴛ † 14:28 μου ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ ‡ 14:30 κοσμου ¦ κοσμου τουτου ᴛʀ § 14:31 ενετειλατο ¦ εντολην εδωκε ᴡʜ