3
Conversation with Nicodemus
1 Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων· 2 οὗτος ἦλθε πρὸς *αὐτὸν νυκτός, καὶ εἶπεν αὐτῷ, †Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ‡ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾽ αὐτοῦ. 3 ἀπεκρίθη §ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. 4 λέγει πρὸς αὐτὸν *ὁ Νικόδημος, Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; 5 ἀπεκρίθη †Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 6 τὸ ‡γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι· καὶ τὸ §γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι. 7 μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. 8 τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος.
9 Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ, Πῶς δύναται ταῦτα γενέσθαι; 10 ἀπεκρίθη *Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραήλ, καὶ ταῦτα οὐ γινώσκεις; 11 ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν· καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. 12 εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, †πιστεύσετε; 13 καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ‡ὁ ὢν ἐν τῷ οὐρανῷ. 14 καὶ καθὼς §Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου· 15 ἵνα πᾶς ὁ πιστεύων *εἰς αὐτὸν †μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.
16 Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν ‡αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, §ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. 17 οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν *αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ. 18 ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ †δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ. 19 αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ ‡πονηρὰ αὐτῶν τὰ ἔργα. 20 πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ. 21 ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.
John the Baptist Exalts Christ
22 Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν· καὶ ἐκεῖ διέτριβε μετ᾽ αὐτῶν καὶ ἐβάπτιζεν. 23 ἦν δὲ καὶ §Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ *Σαλήμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· καὶ †παρεγίνοντο καὶ ἐβαπτίζοντο. 24 οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ‡ὁ Ἰωάννης.
25 Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν §Ἰωάννου μετὰ *Ἰουδαίου περὶ καθαρισμοῦ. 26 καὶ †ἦλθον πρὸς τὸν ‡Ἰωάννην καὶ §εἶπον αὐτῷ, *Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν. 27 ἀπεκρίθη †Ἰωάννης καὶ εἶπεν, Οὐ δύναται ἄνθρωπος λαμβάνειν ‡οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. 28 αὐτοὶ ὑμεῖς §μαρτυρεῖτε ὅτι *εἶπον, Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ᾽ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. 29 ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου· αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. 30 ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
He Who Comes from Heaven
31 Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστί. 32 †καὶ ὃ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ· καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. 33 ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. 34 ὃν γὰρ ἀπέστειλεν ὁ Θεός, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ· οὐ γὰρ ἐκ μέτρου δίδωσιν ‡ὁ Θεὸς τὸ Πνεῦμα. 35 ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. 36 ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ, οὐκ ὄψεται §τὴν ζωήν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ *μένει ἐπ᾽ αὐτόν.
* 3:2 αυτον ʙpt ¦ τον ιησουν ʙpt ᴘᴄᴋ ᴛʀ † 3:2 ραββι ¦ ραββει ᴛʜ ᴡʜ ‡ 3:2 ταυτα τα σημεια δυναται ¦ δυναται ταυτα τα σημεια ᴄᴛ § 3:3 ο ʙpt ¦ — ʙpt ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ * 3:4 ο ¦ — ᴘᴄᴋ ᴛʜ † 3:5 ιησους 82.2% ¦ ο ιησους ᴛʀ ᴡʜ 16.7% ‡ 3:6 γεγεννημενον ¦ γεγενημενον ᴇʟᴢ § 3:6 γεγεννημενον ¦ γεγενημενον ᴇʟᴢ * 3:10 ιησους ¦ ο ιησους ᴛʀ † 3:12 πιστευσετε ʙpt ¦ πιστευσητε ʙpt ‡ 3:13 ο ων εν τω ουρανω 97.6% ¦ — ᴄᴛ 1.1% § 3:14 μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ * 3:15 εις αυτον 96.7% ¦ εν αυτω ɴᴀ ꜱʙʟ ᴡʜ 0.4% † 3:15 μη αποληται αλλ ¦ — ᴄᴛ ‡ 3:16 αυτου 95.9% ¦ — ᴄᴛ 0.4% § 3:16 αλλ ¦ αλλα ꜱʙʟ ᴡʜ * 3:17 αυτου ¦ — ᴄᴛ † 3:18 δε ¦ — ᴡʜ ‡ 3:19 πονηρα αυτων ¦ αυτων πονηρα ᴄᴛ § 3:23 ιωαννης ¦ ο ιωαννης ɴᴀ ꜱʙʟ ¦ ο ιωανης ᴡʜ * 3:23 σαλημ ʙpt ¦ σαλειμ ʙpt ᴀɴᴛ ᴄᴛ ᴛʀ † 3:23 παρεγινοντο ¦ παρεγεινοντο ᴛʜ ‡ 3:24 ο ιωαννης ¦ ιωανης ᴡʜ § 3:25 ιωαννου ¦ ιωανου ᴡʜ * 3:25 ιουδαιου 85.1% ¦ ιουδαιων ᴛʀ 13.5% † 3:26 ηλθον ¦ ηλθαν ᴡʜ ‡ 3:26 ιωαννην ¦ ιωανην ᴡʜ § 3:26 ειπον ¦ ειπαν ᴄᴛ * 3:26 ραββι ¦ ραββει ᴛʜ ᴡʜ † 3:27 ιωαννης ¦ ιωανης ᴡʜ ‡ 3:27 ουδεν 88.7% ¦ ουδε εν ɴᴀ ꜱʙʟ 0.1% § 3:28 μαρτυρειτε ¦ μοι μαρτυρειτε ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ * 3:28 ειπον ¦ ειπον οτι ɴᴀ ¦ ειπον εγω ᴡʜ † 3:32 και ¦ — ᴄᴛ ‡ 3:34 ο θεος ¦ — ᴄᴛ § 3:36 την ʙ22 ¦ — ʙ12 ᴀɴᴛ ᴄᴛ ʀᴘ ᴛʀ * 3:36 μένει ¦ μενεῖ ᴘᴄᴋ