6
Ἐγένετο δὲ ἐν σαββάτῳ *δευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰ τῶν σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας, καὶ ἤσθιον, ψώχοντες ταῖς χερσί. Τινὲς δὲ τῶν Φαρισαίων §εἶπον *αὐτοῖς, Τί ποιεῖτε οὐκ ἔξεστι ποιεῖν ἐν τοῖς σάββασι; Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν Ἰησοῦς, Οὐδὲ τοῦτο ἀνέγνωτε, ἐποίησε Δαυίδ, §ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μεταὐτοῦ *ὄντες; Ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε, καὶ ἔφαγε, καὶ ἔδωκε καὶ τοῖς μεταὐτοῦ, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς; Καὶ ἔλεγεν αὐτοῖς §ὅτι Κύριός ἐστιν * υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
Ἐγένετο δὲ καὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἐκεῖ ἄνθρωπος, καὶ χεὶρ αὐτοῦ δεξιὰ ἦν ξηρά. §Παρετήρουν *δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰ ἐν τῷ σαββάτῳ θεραπεύσει· ἵνα εὕρωσι §κατηγορίαν αὐτοῦ. Αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, *καὶ εἶπε τῷ ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, Ἔγειραι, καὶ στῆθι εἰς τὸ μέσον. § δὲ ἀναστὰς ἔστη. Εἶπεν *οὖν Ἰησοῦς πρὸς αὐτούς, Ἐπερωτήσω ὑμᾶς τι, Ἔξεστι §τοῖς σάββασιν ἀγαθοποιῆσαι κακοποιῆσαι; Ψυχὴν σῶσαι *ἀποκτεῖναι; 10 Καὶ περιβλεψάμενος πάντας αὐτούς, εἶπεν αὐτῷ, Ἔκτεινον τὴν χεῖρά σου. δὲ ἐποίησε καὶ §ἀποκατεστάθη χεὶρ αὐτοῦ *ὑγιὴς ὡς ἄλλη. 11 Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας· καὶ διελάλουν πρὸς ἀλλήλους, τί ἂν ποιήσειαν τῷ Ἰησοῦ.
12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι· καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ. 13 Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ· καὶ ἐκλεξάμενος ἀπαὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε, 14 Σίμωνα ὃν καὶ ὠνόμασε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, §Ἰάκωβον καὶ *Ἰωάννην, Φίλιππον καὶ Βαρθολομαῖον, 15  Ματθαῖον καὶ Θωμᾶν, §Ἰάκωβον *τὸν τοῦ Ἁλφαίου, καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν, 16  Ἰούδαν Ἰακώβου, καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς §καὶ ἐγένετο προδότης.
17 Καὶ καταβὰς μεταὐτῶν, ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ *ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· 18 καὶ οἱ §ὀχλούμενοι *ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. 19 Καὶ πᾶς ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παραὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε,
 
Μακάριοι οἱ πτωχοί,
ὅτι ὑμετέρα ἐστὶν βασιλεία τοῦ Θεοῦ.
21 Μακάριοι οἱ πεινῶντες νῦν,
ὅτι χορτασθήσεσθε.
Μακάριοι οἱ κλαίοντες νῦν,
ὅτι γελάσετε.
 
22 Μακάριοί ἐστε, ὅταν §μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 23  *Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γάρ, μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
 
24 Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις,
ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.
25 Οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι,
ὅτι πεινάσετε.
Οὐαὶ §ὑμῖν, οἱ γελῶντες νῦν,
ὅτι πενθήσετε καὶ κλαύσετε.
 
26  *Οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσιν οἱ ἄνθρωποι· κατὰ §ταῦτα γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.
27  *Ἀλλὑμῖν λέγω τοῖς ἀκούουσιν, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, 28 εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, §προσεύχεσθε *ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. 29 Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην· καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. 30 Παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου· καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. 31 Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. 32 Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. 33  §Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ *γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. 34 Καὶ ἐὰν δανείζητε παρὧν ἐλπίζετε §ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; Καὶ *γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν, ἵνα ἀπολάβωσι τὰ ἴσα. 35 Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ §δανείζετε, μηδὲν ἀπελπίζοντες· καὶ ἔσται μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ *ὑψίστου· ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36  Γίνεσθε οὖν §οἰκτίρμονες, καθὼς *καὶ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.
37  Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε. §Μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε· 38 δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν, πεπιεσμένον *καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. §Τῷ γὰρ αὐτῷ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.
39 Εἶπε *δὲ παραβολὴν αὐτοῖς, Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; Οὐχὶ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται; 40 Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ· κατηρτισμένος δὲ πᾶς ἔσται ὡς διδάσκαλος αὐτοῦ. 41 Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; 42  § πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις *ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου.
43 Οὐ γάρ ἐστι δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν· οὐδὲ δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν. 44 Ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. Οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσι σῦκα, οὐδὲ ἐκ βάτου §τρυγῶσι σταφυλήν. 45  ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας *αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ §τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
46 Τί δέ με καλεῖτε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε λέγω; 47 Πᾶς ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος· 48 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, *ὃς ἔσκαψε καὶ ἐβάθυνε, καὶ ἔθηκε θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρας δὲ γενομένης, προσέρρηξεν ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσε σαλεῦσαι αὐτήν· §τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 49  δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι *οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου· προσέρρηξεν ποταμός, καὶ εὐθέως §ἔπεσε, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.
* 6:1 δευτεροπρωτω 91.1% ¦ — CT 1.6% 6:1 των ¦ — CT 6:1 τους σταχυας και ησθιον ¦ και ησθιον τους σταχυας CT § 6:2 ειπον ¦ ειπαν NA SBL WH * 6:2 αυτοις ¦ — CT 6:2 ποιειν εν ¦ — CT 6:3 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH § 6:3 οποτε ¦ οτε NA TH WH * 6:3 οντες ¦ — TH WH 6:4 ελαβε και ¦ λαβων CT 6:4 και ¦ — CT § 6:5 οτι ¦ — CT * 6:5 ο υιος του ανθρωπου και του σαββατου ¦ του σαββατου ο υιος του ανθρωπου CT 6:6 και ¦ — CT 6:6 εκει ανθρωπος ¦ ανθρωπος εκει CT § 6:7 παρετηρουν ¦ παρετηρουντο CT * 6:7 δε ¦ δε αυτον NA TH TR WH 6:7 εν ¦ — PCK 6:7 θεραπευσει ¦ θεραπευει NA SBL WH § 6:7 κατηγοριαν ¦ κατηγορειν CT * 6:8 και ειπε ¦ ειπε δε CT 6:8 ανθρωπω ¦ ανδρι CT 6:8 εγειραι ¦ εγειρε ANT CT § 6:8 ο δε ¦ και CT * 6:9 ουν ¦ δε CT 6:9 επερωτησω ¦ επερωτω CT 6:9 τι ¦ ει CT § 6:9 τοις σαββασιν ¦ τω σαββατω CT * 6:9 αποκτειναι ¦ απολεσαι CT TR 6:10 αυτω ¦ τω ανθρωπω TR 6:10 εποιησε ¦ εποιησεν ουτω PCK TR § 6:10 αποκατεσταθη ¦ απεκατεσταθη CT * 6:10 υγιης ως η αλλη ¦ ως η αλλη ANT ¦ — CT 6:11 ποιησειαν ¦ ποιησαιεν CT 6:12 εξηλθεν ¦ εξελθειν αυτον CT § 6:14 ιακωβον ¦ και ιακωβον CT * 6:14 ιωαννην ¦ ιωανην WH 6:14 φιλιππον ¦ και φιλιππον CT 6:15 ματθαιον ¦ και μαθθαιον CT § 6:15 ιακωβον ¦ και ιακωβον CT * 6:15 τον του ¦ — CT 6:16 ιουδαν ¦ και ιουδαν CT 6:16 ισκαριωτην ¦ ισκαριωθ CT § 6:16 και ¦ — CT * 6:17 οχλος ¦ οχλος πολυς CT 6:17 σιδωνος ¦ σειδωνος TH 6:17 ηλθον ¦ ηλθαν WH § 6:18 οχλουμενοι ¦ ενοχλουμενοι CT * 6:18 υπο ¦ απο ANT BYZ CT 6:18 και ¦ — CT 6:19 εζητει ¦ εζητουν CT § 6:22 μισησωσιν ¦ μεισησωσιν TH * 6:23 χαρητε ¦ χαιρετε TR 6:23 ταυτα ¦ τα αυτα ANT CT 6:25 εμπεπλησμενοι ¦ εμπεπλησμενοι νυν CT § 6:25 υμιν ¦ — CT * 6:26 ουαι ¦ ουαι υμιν TR 6:26 καλως υμας ειπωσιν 75.2% ¦ καλως ειπωσιν υμας PCK 21.8% ¦ υμας καλως ειπωσιν NA 0.2% 6:26 οι 59.8% ¦ παντες οι ANT BYZ CT PCK TR 38.9% § 6:26 ταυτα ¦ τα αυτα ANT CT * 6:27 αλλ ¦ αλλα ANT BYZ NA27 PCK SBL TH WH 6:27 μισουσιν ¦ μεισουσιν TH 6:28 υμιν ¦ υμας CT PCK § 6:28 προσευχεσθε ¦ και προσευχεσθε TR * 6:28 υπερ ¦ περι CT 6:30 δε τω ¦ — CT 6:31 και υμεις ¦ — NA SBL WH § 6:33 και ¦ και γαρ NA TH WH * 6:33 γαρ ¦ — CT 6:34 δανειζητε ¦ δανισητε CT 6:34 ελπιζετε ¦ ελπιζητε SCR § 6:34 απολαβειν ¦ λαβειν CT * 6:34 γαρ ¦ — NA SBL WH 6:34 αμαρτωλοι ¦ οι αμαρτωλοι TR 6:34 δανειζουσιν ¦ δανιζουσιν CT § 6:35 δανειζετε ¦ δανιζετε CT * 6:35 υψιστου ¦ του υψιστου TR 6:36 γινεσθε ¦ γεινεσθε TH 6:36 ουν ¦ — CT § 6:36 οικτιρμονες ¦ οικτειρμονες TH * 6:36 και ¦ — SBL WH 6:36 οικτιρμων ¦ οικτειρμων TH 6:37 και ¦ — SCR § 6:37 μη ¦ και μη CT * 6:38 και ¦ — CT 6:38 και ¦ — CT 6:38 υπερεκχυνομενον ¦ υπερεκχυννομενον CT § 6:38 τω γαρ αυτω μετρω ω 90.2% ¦ ω γαρ μετρω CT 1.1% * 6:39 δε ¦ δε και CT 6:39 πεσουνται ¦ εμπεσουνται CT 6:40 αυτου ¦ — CT § 6:42 η ¦ — NA SBL WH * 6:42 εκβαλειν το … σου ¦ το … σου εκβαλειν CT 6:43 ουδε ¦ ουδε παλιν CT 6:44 γινωσκεται ¦ γεινωσκεται TH § 6:44 τρυγωσι σταφυλην ¦ σταφυλην τρυγωσιν CT * 6:45 αυτου ¦ — NA TH WH 6:45 ανθρωπος ¦ — CT 6:45 θησαυρου της καρδιας αυτου ¦ — CT § 6:45 του περισσευματος της ¦ περισσευματος CT * 6:48 ος ¦ ος και ANT 6:48 πλημμυρας ¦ πλημμυρης CT 6:48 προσερρηξεν ¦ προσερηξεν CT § 6:48 τεθεμελιωτο γαρ επι την πετραν ¦ δια το καλως οικοδομησθαι αυτην CT * 6:49 οικιαν ¦ την οικιαν PCK 6:49 προσερρηξεν ¦ προσερηξεν CT 6:49 ευθεως ¦ ευθυς ANT CT § 6:49 επεσε ¦ συνεπεσε CT