8
Καὶ ἐγένετο ἐν τῷ καθεξῆς, καὶ αὐτὸς διώδευε κατὰ πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ οἱ δώδεκα σὺν αὐτῷ, καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι *ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία καλουμένη Μαγδαληνή, ἀφἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου, καὶ Σουσάννα, καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν §αὐτοῖς *ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς.
Συνιόντος δὲ ὄχλου πολλοῦ, καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτόν, εἶπε διὰ παραβολῆς, Ἐξῆλθεν σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. Καὶ ἐν τῷ σπείρειν αὐτόν, μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό. Καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη, διὰ τὸ μὴ ἔχειν ἰκμάδα. Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. Καὶ ἕτερον ἔπεσεν §εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. Ταῦτα λέγων ἐφώνει, ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, *λέγοντες, Τίς εἴη παραβολὴ αὕτη; 10  δὲ εἶπεν, Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ· τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ συνιῶσιν.
11 Ἔστι δὲ αὕτη παραβολή· σπόρος ἐστὶν λόγος τοῦ Θεοῦ. 12 Οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούοντες, εἶτα ἔρχεται διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. 13 Οἱ δὲ ἐπὶ τῆς πέτρας οἵ, ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι, καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. 14 Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι §συμπνίγονται, καὶ οὐ τελεσφοροῦσι. 15 Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν λόγον κατέχουσι, καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
16  *Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει, ὑποκάτω κλίνης τίθησιν, ἀλλἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. 17 Οὐ γάρ ἐστι κρυπτόν, οὐ φανερὸν γενήσεται· οὐδὲ ἀπόκρυφον, οὐ §γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. 18 Βλέπετε οὖν πῶς ἀκούετε· ὃς *γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς ἐὰν μὴ ἔχῃ, καὶ δοκεῖ ἔχειν ἀρθήσεται ἀπαὐτοῦ.
19  Παρεγένοντο δὲ πρὸς αὐτὸν μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ §ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. 20  *Καὶ ἀπηγγέλη αὐτῷ, λεγόντων, μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες. 21  δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς, Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες §αὐτόν.
22  *Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπε πρὸς αὐτούς, Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης. Καὶ ἀνήχθησαν. 23 Πλεόντων δὲ αὐτῶν ἀφύπνωσε· καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο, καὶ ἐκινδύνευον. 24  Προσελθόντες δὲ διήγειραν αὐτόν, λέγοντες, Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα. δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη. 25 Εἶπε δὲ αὐτοῖς, Ποῦ §ἐστιν πίστις ὑμῶν; Φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
26 Καὶ *κατέπλευσαν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ἥτις ἐστὶν ἀντιπέραν τῆς Γαλιλαίας. 27 Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν §αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, *ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλἐν τοῖς μνήμασιν. 28 Ἰδὼν δὲ τὸν Ἰησοῦν, §καὶ ἀνακράξας, προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπε, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς. 29  *Παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου· πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο §ὑπὸ τοῦ *δαίμονος εἰς τὰς ἐρήμους. 30 Ἐπηρώτησε δὲ αὐτὸν Ἰησοῦς, λέγων, Τί σοί ἐστιν ὄνομα; δὲ εἶπε, §Λεγεών, ὅτι *δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν. 31 Καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.
32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ §παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. Καὶ ἐπέτρεψεν αὐτοῖς. 33 Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου *εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην, καὶ ἀπεπνίγη.
34 Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. 35 Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός· καὶ §ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ *εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφοὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ· καὶ ἐφοβήθησαν. 36 Ἀπήγγειλαν δὲ αὐτοῖς καὶ οἱ ἰδόντες πῶς ἐσώθη δαιμονισθείς. 37 Καὶ §ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν *Γαδαρηνῶν ἀπελθεῖν ἀπαὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν. 38  Ἐδέετο δὲ αὐτοῦ ἀνὴρ ἀφοὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ. Ἀπέλυσε δὲ αὐτὸν § Ἰησοῦς λέγων, 39 Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα *ἐποίησέ σοι Θεός. Καὶ ἀπῆλθε, καθὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ Ἰησοῦς.
40  Ἐγένετο δὲ ἐν τῷ ὑποστρέψαι τὸν Ἰησοῦν, ἀπεδέξατο αὐτὸν ὄχλος· ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. 41 Καὶ ἰδού, ἦλθεν ἀνὴρ ὄνομα §Ἰάειρος, καὶ *αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε, καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ· 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνῃσκεν.
Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. 43 Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις §ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν *ὑποὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ῥύσις τοῦ αἵματος αὐτῆς. 45 Καὶ εἶπεν Ἰησοῦς, Τίς ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν Πέτρος καὶ οἱ μεταὐτοῦ, Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις, Τίς ἁψάμενός μου; 46  δὲ Ἰησοῦς εἶπεν, Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν §ἐξελθοῦσαν ἀπἐμοῦ. 47 Ἰδοῦσα δὲ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε, καὶ προσπεσοῦσα αὐτῷ, διἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν *αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48  δὲ εἶπεν αὐτῇ, Θάρσει, θύγατερ, πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
49 Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγων §αὐτῷ ὅτι Τέθνηκεν θυγάτηρ σου· *μὴ σκύλλε τὸν διδάσκαλον. 50  δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ, λέγων, Μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. 51  §Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν *οὐδένα, εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον, καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 52 Ἔκλαιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. δὲ εἶπε, Μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. 53 Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54 Αὐτὸς δὲ §ἐκβαλὼν ἔξω πάντας, καὶ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησε λέγων, παῖς, *ἐγείρου. 55 Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα· καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56 Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
* 8:2 απο ¦ απο νοσων και μαστιγων και ANT 8:3 ιωαννα ¦ ιωανα WH 8:3 σουσαννα ¦ σωσαννα BYZ HF PCK § 8:3 αυτοις ¦ αυτω ANT PCK TR * 8:3 απο ¦ εκ CT 8:6 επεσεν ¦ κατεπεσεν CT 8:7 συμφυεισαι ¦ συνφυεισαι TH WH § 8:8 εις ¦ επι TR * 8:9 λεγοντες ¦ — CT 8:9 ειη η παραβολη αυτη ¦ αυτη ειη η παραβολη CT 8:12 ακουοντες ¦ ακουσαντες ANT CT § 8:14 συμπνιγονται ¦ συνπνιγονται TH WH * 8:16 ουδεις ¦ ταυτα λεγων εφωνει ο εχων ωτα ακουειν ακουετω ουδεις PCK 8:16 κλινης ¦ κλεινης TH 8:16 επιτιθησιν ¦ τιθησιν CT § 8:17 γνωσθησεται ¦ μη γνωσθη CT * 8:18 γαρ εαν ¦ γαρ αν TR ¦ αν γαρ CT 8:18 εαν ¦ αν CT TR 8:19 παρεγενοντο ¦ παρεγενετο CT § 8:19 ηδυναντο ¦ εδυναντο PCK * 8:20 και απηγγελη ¦ απηγγελη δε CT 8:20 λεγοντων ¦ — CT 8:20 σε θελοντες ¦ θελοντες σε NA TH WH § 8:21 αυτον ¦ — CT * 8:22 και εγενετο ¦ εγενετο δε CT 8:24 προσελθοντες δε ¦ και προσελθοντες PCK 8:24 εγερθεις ¦ διεγερθεις CT § 8:25 εστιν ¦ — CT * 8:26 κατεπλευσαν ¦ κατεπλευσεν ANT 8:26 γαδαρηνων ¦ γερασηνων CT 8:26 αντιπεραν ¦ αντιπερα ANT CT § 8:27 αυτω ¦ — CT * 8:27 ος ειχε ¦ εχων NA SBL WH 8:27 εκ χρονων ικανων και 97.9% ¦ και χρονω ικανω CT 0.8% 8:27 ιματιον ουκ ενεδιδυσκετο ¦ ουκ ενεδυσατο ιματιον CT § 8:28 και ¦ — CT * 8:29 παρηγγειλε ¦ παρηγγελλε SBL ST WH 8:29 εδεσμειτο ¦ εδεσμευετο CT 8:29 διαρρησσων ¦ διαρησσων TH WH § 8:29 υπο ¦ απο WH * 8:29 δαιμονος ¦ δαιμονιου CT 8:30 λεγων ¦ — CT 8:30 εστιν ονομα ¦ ονομα εστιν CT § 8:30 λεγεων ¦ λεγιων CT * 8:30 δαιμονια πολλα εισηλθεν ¦ εισηλθε δαιμονια πολλα CT 8:31 παρεκαλει ¦ παρεκαλουν CT SCR 8:32 βοσκομενων ¦ βοσκομενη CT § 8:32 παρεκαλουν ¦ παρεκαλεσαν CT * 8:33 εισηλθον ¦ εισηλθεν TR 8:34 γεγενημενον ¦ γεγονος CT 8:34 και ¦ και απελθοντες TR § 8:35 ηλθον ¦ ηλθαν WH * 8:35 ευρον ¦ ευραν WH 8:35 εξεληλυθει ¦ εξηλθεν CT 8:36 και ¦ — ANT CT § 8:37 ηρωτησαν ¦ ηρωτησεν CT * 8:37 γαδαρηνων ¦ γερασηνων CT 8:37 το ¦ — CT 8:38 εδεετο ¦ εδειτο CT § 8:38 ο ιησους ¦ — CT * 8:39 εποιησε σοι ¦ σοι εποιησεν CT 8:40 εγενετο δε εν ¦ εν δε CT 8:40 υποστρεψαι ¦ υποστρεφειν CT § 8:41 ιαειρος ¦ ιαιρος NA SBL * 8:41 αυτος ¦ ουτος CT 8:41 του ¦ — TH WH 8:42 αὕτη ¦ αὐτὴ BYZ NA SBL WH § 8:43 ιατροις … βιον ¦ εις ιατρους … βιον TR ¦ ιατροις … βιον αυτης TH ¦ — WH * 8:43 υπ ¦ απ CT 8:45 και οι μετ αυτου ¦ και οι συν αυτω ANT TH ¦ — NA SBL WH 8:45 και λεγεις τις ο αψαμενος μου ¦ — CT § 8:46 εξελθουσαν ¦ εξεληλυθυιαν CT * 8:47 αυτω ¦ — CT 8:48 θαρσει ¦ — CT 8:48 θυγατερ ¦ θυγατηρ CT § 8:49 αυτω ¦ — CT * 8:49 μη ¦ μηκετι CT 8:50 λεγων ¦ — CT 8:50 πιστευε ¦ πιστευσον CT § 8:51 ελθων ¦ εισελθων TR * 8:51 ουδενα ¦ τινα συν αυτω CT 8:51 ιωαννην και ιακωβον ¦ ιακωβον και ιωαννην TR ¦ ιωανην και ιακωβον WH 8:52 ουκ 88.5% ¦ ου γαρ CT 11.3% § 8:54 εκβαλων εξω παντας και ¦ — CT * 8:54 εγειρου ¦ εγειρε CT