15
The Traditions of the Elders
Τότε προσέρχονται τῷ Ἰησοῦ *οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι, λέγοντες, Διὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν, ὅταν ἄρτον ἐσθίωσιν. δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; γὰρ Θεὸς ἐνετείλατο, λέγων, Τίμα τὸν §πατέρα καὶ τὴν μητέρα· καί, κακολογῶν πατέρα μητέρα θανάτῳ τελευτάτω· ὑμεῖς δὲ λέγετε, Ὃς ἂν εἴπῃ τῷ πατρὶ τῇ μητρί, Δῶρον, ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, *καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ τὴν μητέρα αὐτοῦ· καὶ ἠκυρώσατε §τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν· ὑποκριταί, καλῶς *προεφήτευσε περὶ ὑμῶν Ἠσαΐας, λέγων,
 
Ἐγγίζει μοι λαὸς οὗτος τῷ στόματι αὐτῶν,
καὶ τοῖς χείλεσί με τιμᾷ,
δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπἐμοῦ.
Μάτην δὲ σέβονταί με,
διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
 
10 Καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς, Ἀκούετε καὶ συνίετε. 11 Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον· ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον. 12 Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ §εἶπον αὐτῷ, Οἶδας ὅτι οἱ Φαρισαῖοι *ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; 13  δὲ ἀποκριθεὶς εἶπε, Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν πατήρ μου οὐράνιος, ἐκριζωθήσεται. 14 Ἄφετε αὐτούς· ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
15 Ἀποκριθεὶς δὲ Πέτρος εἶπεν αὐτῷ, Φράσον ἡμῖν τὴν παραβολὴν §ταύτην. 16  δὲ *Ἰησοῦς εἶπεν, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; 17 Οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; 18 Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. 19 Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι· 20 ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
A Canaanite Woman's Faith
21 Καὶ ἐξελθὼν ἐκεῖθεν Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22 Καὶ ἰδού, γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ, λέγουσα, Ἐλέησόν με, Κύριε, §υἱὲ *Δαυίδ· θυγάτηρ μου κακῶς δαιμονίζεται. 23  δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτόν, λέγοντες, Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. 24  δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 25  δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα, Κύριε, βοήθει μοι. 26  δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. 27  δὲ εἶπε, Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. 28 Τότε ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτῇ, γύναι, μεγάλη σου πίστις· γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
Jesus Heals Many
29 Καὶ μεταβὰς ἐκεῖθεν Ἰησοῦς ἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας· καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. 30 Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, ἔχοντες μεθἑαυτῶν §χωλούς, τυφλούς, κωφούς, κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ *ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐθεράπευσεν αὐτούς· 31 ὥστε τοὺς ὄχλους θαυμάσαι, βλέποντας §κωφοὺς λαλοῦντας, *κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν Θεὸν Ἰσραήλ.
The Feeding of the Four Thousand
32  δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπε, Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη §ἡμέραι τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἀπολῦσαι αὐτοὺς *νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. 33 Καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι, ὥστε χορτάσαι ὄχλον τοσοῦτον; 34 Καὶ λέγει αὐτοῖς Ἰησοῦς, Πόσους ἄρτους ἔχετε; Οἱ δὲ εἶπον, Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. 35 Καὶ §ἐκέλευσε τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν· 36 καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, *εὐχαριστήσας ἔκλασε, καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ, οἱ δὲ μαθηταὶ §τῷ ὄχλῳ. 37 Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· καὶ *ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, ἑπτὰ σπυρίδας πλήρεις. 38 Οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν καὶ παιδίων. 39 Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια §Μαγδαλά.
* 15:1 οι απο ιεροσολυμων γραμματεις και φαρισαιοι ¦ απο ιεροσολυμων φαρισαιοι και γραμματεις CT 15:2 αυτων ¦ — WH 15:4 ενετειλατο λεγων ¦ ειπε CT § 15:4 πατερα ¦ πατερα σου TR * 15:5 και ¦ — CT 15:5 τιμηση ¦ τιμησει CT 15:5 η την μητερα αυτου ¦ η την μητερα PCK ¦ — CT § 15:6 την εντολην 98.2% ¦ τον λογον CT 0.5% * 15:7 προεφητευσε ¦ επροφητευσε CT 15:8 εγγιζει μοι ο λαος ουτος τω στοματι αυτων και ¦ ο λαος ουτος CT 15:12 αυτου ¦ — NA SBL WH § 15:12 ειπον ¦ λεγουσιν CT * 15:12 ακουσαντες τον λογον εσκανδαλισθησαν ¦ εσκανδαλισθησαν ακουσαντες τον λογον ANT 15:14 οδηγοι εισι τυφλοι τυφλων ¦ τυφλοι εισιν οδηγοι τυφλων NA SBL TH ¦ τυφλοι εισιν οδηγοι WH 15:14 πεσουνται ¦ εμπεσουνται PCK § 15:15 ταυτην ¦ — TH WH * 15:16 ιησους ¦ — CT 15:17 ουπω ¦ ου CT 15:22 εκραυγασεν αυτω ¦ εκραζε CT § 15:22 υιε ¦ υιος CT * 15:22 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH 15:23 ηρωτων ¦ ηρωτουν CT 15:25 προσεκυνησεν ¦ προσεκυνει CT TR § 15:30 χωλους τυφλους κωφους κυλλους ¦ χωλους τυφλους κυλλους κωφους NA ¦ κωφους τυφλους χωλους κυλλους SBL ¦ χωλους κωφους τυφλους κυλλους TH ¦ χωλους κυλλους τυφλους κωφους WH * 15:30 ερριψαν ¦ εριψαν WH 15:30 του ιησου ¦ αυτου CT 15:31 τους οχλους ¦ τον οχλον CT § 15:31 κωφους ¦ κωφους ακουοντας αλαλους ANT * 15:31 κυλλους υγιεις ¦ — WH 15:31 χωλους ¦ και χωλους CT 15:31 εδοξασαν ¦ εδοξαζον PCK § 15:32 ημεραι ¦ ημερας PCK TR * 15:32 νηστεις ¦ νηστις PCK 15:33 αυτου ¦ — CT 15:34 ειπον ¦ ειπαν NA SBL WH § 15:35 εκελευσε τοις οχλοις αναπεσειν επι την γην και λαβων 76% ¦ εκελευσε τους οχλους αναπεσειν επι την γην και λαβων MSS 18.5% ¦ παραγγειλας τω οχλω αναπεσειν επι την γην ελαβε CT 1% * 15:36 ευχαριστησας ¦ και ευχαριστησας NA SBL WH 15:36 εδωκε ¦ εδιδου CT 15:36 αυτου ¦ — CT § 15:36 τω οχλω ¦ τοις οχλοις ANT CT * 15:37 ηραν το περισσευον των κλασματων ¦ το περισσευον των κλασματων ηραν CT 15:37 σπυριδας ¦ σφυριδας WH 15:39 ενεβη ¦ ανεβη 𝔐pt HF § 15:39 μαγδαλα ¦ μαγαδαν CT