18
True Greatness
Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες, Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; Καὶ προσκαλεσάμενος * Ἰησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ εἶπεν, Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· ὃς δἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς §εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.
Temptations to Sin
Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γάρ *ἐστιν ἐλθεῖν τὰ σκάνδαλα· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, διοὗ τὸ σκάνδαλον ἔρχεται. Εἰ δὲ χείρ σου πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὰ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοι ἐστὶν εἰσελθεῖν εἰς τὴν ζωὴν §χωλὸν κυλλόν, δύο χεῖρας δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. Καὶ εἰ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοι ἐστὶ μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.
The Parable of the Lost Sheep
10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 11 *Ἦλθε γὰρ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. 12 Τί ὑμῖν δοκεῖ; Ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα, καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν· οὐχὶ ἀφεὶς τὰ ἐνενήκοντα ἐννέα, ἐπὶ τὰ ὄρη §πορευθεὶς ζητεῖ τὸ πλανώμενον; 13 Καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπαὐτῷ μᾶλλον, ἐπὶ τοῖς *ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. 14 Οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων.
Restoring a Brother Who Sins Against Yoʋ
15 Ἐὰν δὲ §ἁμαρτήσῃ *εἰς σὲ ἀδελφός σου, ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· 16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων τριῶν σταθῇ πᾶν ῥῆμα· 17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ἐθνικὸς καὶ τελώνης. 18 Ἀμὴν λέγω ὑμῖν, ὅσα §ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν *τῷ οὐρανῷ· καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. 19 Πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο §ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 20 Οὗ γάρ εἰσι δύο τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν.
The Parable of the Unforgiving Servant
21 Τότε προσελθὼν *αὐτῷ Πέτρος εἶπε, Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; Ἕως ἑπτάκις; 22 Λέγει αὐτῷ Ἰησοῦς, Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλἕως ἑβδομηκοντάκις ἑπτά.
23 Διὰ τοῦτο ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. 24 Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη §αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. 25 Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν κύριος *αὐτοῦ πραθῆναι, καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα, καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. 26 Πεσὼν οὖν δοῦλος προσεκύνει αὐτῷ, λέγων, §Κύριε, μακροθύμησον ἐπἐμοί, καὶ πάντα *σοι ἀποδώσω. 27 Σπλαγχνισθεὶς δὲ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. 28 Ἐξελθὼν δὲ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε, λέγων, Ἀπόδος μοι §εἴ τι ὀφείλεις. 29 Πεσὼν οὖν σύνδουλος αὐτοῦ *εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτόν, λέγων, Μακροθύμησον ἐπἐμοί, καὶ ἀποδώσω σοι. 30  δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακήν, ἕως §οὗ ἀποδῷ τὸ ὀφειλόμενον. 31 Ἰδόντες *δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα· καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. 32 Τότε προσκαλεσάμενος αὐτὸν κύριος αὐτοῦ λέγει αὐτῷ, Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· 33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; 34 Καὶ ὀργισθεὶς κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον §αὐτῷ. 35 Οὕτω καὶ πατήρ μου *ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.
* 18:2 ο ιησους ¦ — CT 18:4 ταπεινωσει ¦ ταπεινωση TR 18:5 παιδιον τοιουτον εν ¦ εν παιδιον τοιουτο CT § 18:6 εις ¦ επι TR ¦ περι NA TH WH * 18:7 εστιν ¦ — NA SBL WH 18:7 εκεινω ¦ — CT 18:8 αυτα ¦ αυτον CT § 18:8 χωλον η κυλλον ¦ κυλλον η χωλον NA SBL WH * 18:11 ηλθε γαρ ο υιος του ανθρωπου σωσαι το απολωλος 82.6% ¦ ηλθε γαρ ο υιος του ανθρωπου ζητησαι και σωσαι το απολωλος MSS 15.2% ¦ — CT 1.5% 18:12 αφεις ¦ αφησει CT 18:12 ενενηκοντα ¦ εννενηκοντα TR § 18:12 πορευθεις ¦ και πορευθεις CT * 18:13 ενενηκοντα ¦ εννενηκοντα TR 18:14 υμων ¦ μου WH 18:14 εις ¦ εν CT § 18:15 αμαρτηση ¦ αμαρτη PCK * 18:15 εις σε ¦ — WH 18:15 και ¦ — CT PCK 18:17 ειπε ¦ ειπον SBL WH § 18:18 εαν ¦ αν TH * 18:18 τω ¦ — CT 18:18 τω ¦ — CT 18:19 αμην ¦ — TR § 18:19 υμων συμφωνησωσιν ¦ συμφωνησωσιν εξ υμων CT * 18:21 αυτω ο πετρος ειπε ¦ ο πετρος ειπεν αυτω NA WH 18:22 αλλ ¦ αλλα NA27 SBL TH WH 18:24 προσηνεχθη ¦ προσηχθη WH § 18:24 αυτω εις ¦ εις αυτω WH * 18:25 αυτου ¦ — CT 18:25 αυτου ¦ — NA SBL WH 18:25 ειχε ¦ εχει CT § 18:26 κυριε ¦ — NA SBL WH * 18:26 σοι αποδωσω ¦ αποδωσω σοι CT 18:27 δανειον ¦ δανιον WH 18:28 μοι ¦ — CT § 18:28 ει ¦ ο TR * 18:29 εις τους ποδας αυτου ¦ — CT 18:29 αποδωσω ¦ παντα αποδωσω TR 18:30 αλλα ¦ αλλ NA28 SCR § 18:30 ου ¦ — NA TH WH * 18:31 δε ¦ ουν CT 18:31 ἑαυτῶν ¦ αὐτῶν TR 18:33 και εγω ¦ καγω CT § 18:34 αυτω ¦ — NA SBL WH * 18:35 επουρανιος ¦ ουρανιος CT 18:35 τα παραπτωματα αυτων ¦ — CT