3
Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν, μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν, καὶ τῆς τῶν ἀποστόλων *ὑμῶν ἐντολῆς τοῦ Κυρίου καὶ σωτῆρος· τοῦτο πρῶτον γινώσκοντες, ὅτι ἐλεύσονται ἐπἐσχάτου τῶν ἡμερῶν ἐμπαῖκται, κατὰ τὰς ἰδίας §ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ λέγοντες, Ποῦ ἐστὶν ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; Ἀφἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτω διαμένει ἀπἀρχῆς κτίσεως. Λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας, ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι, καὶ γῆ ἐξ ὕδατος καὶ διὕδατος *συνεστῶσα, τῷ τοῦ Θεοῦ λόγῳ, διὧν τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· οἱ δὲ νῦν οὐρανοὶ καὶ γῆ τῷ αὐτοῦ λόγῳ τεθησαυρισμένοι εἰσί, πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία. Οὐ βραδύνει § Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδυτῆτα ἡγοῦνται· ἀλλὰ μακροθυμεῖ εἰς *ἡμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. 10 Ἥξει δὲ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί, ἐν §οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα *λυθήσονται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται.
11 Τούτων οὖν πάντων λυομένων, ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις, 12 προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ Θεοῦ ἡμέρας, διἣν οὐρανοὶ πυρούμενοι λυθήσονται, καὶ στοιχεῖα καυσούμενα τήκεται; 13 Καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
14 Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες, σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ. 15 Καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν §αὐτῷ δοθεῖσαν σοφίαν ἔγραψεν ὑμῖν· 16 ὡς καὶ ἐν πάσαις *ταῖς ἐπιστολαῖς, λαλῶν ἐν αὐταῖς περὶ τούτων· ἐν οἷς ἐστι δυσνόητά τινα, οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι §στρεβλοῦσιν, ὡς καὶ τὰς λοιπὰς γραφάς, πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. 17 Ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε, ἵνα μή, τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες, ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ. 18  *Αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. Αὐτῷ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. Ἀμήν.
* 3:2 υμων ¦ ημων TR 3:3 εσχατου ¦ εσχατων ANT ECM* NA SBL TH WH 3:3 εμπαικται ¦ εν εμπαιγμονη εμπαικται CT § 3:3 επιθυμιας αυτων ¦ αυτων επιθυμιας TR * 3:5 συνεστωσα ¦ συνεστωτα PCK 3:6 ων ¦ ον ECM NA28 3:7 τω αυτου ¦ τω αυτω CT SCR ¦ αυτου ST § 3:9 ο ¦ — CT * 3:9 ημας ¦ υμας CT 3:10 η ¦ — ECM* NA SBL TH WH 3:10 εν νυκτι 87.9% ¦ — CT 12.1% § 3:10 οι ¦ — ANT PCK * 3:10 λυθησονται ¦ λυθησεται CT 3:10 κατακαησεται 89.6% ¦ ευρεθησεται NA27 SBL TH WH 3.1% ¦ ουχ ευρεθησεται ECM NA28 0% 3:11 ουν 86% ¦ ουτω ECM NA SBL WH 4.8% § 3:15 αυτω δοθεισαν ¦ δοθεισαν αυτω CT * 3:16 ταις 96.2% ¦ — NA27 TH WH 2.8% 3:16 οις ¦ αις CT 3:16 εστι ¦ εισι PCK § 3:16 στρεβλουσιν ¦ στρεβλωσουσιν ECM NA28 * 3:18 αυξανετε ¦ αυξανητε PCK 3:18 αμην 96.8% ¦ — ECM NA28 WH 2.6%