3
Righteousness Through Faith in Christ
Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ. Τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ *ἀσφαλές.
Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν· ἡμεῖς γάρ ἐσμεν περιτομή, οἱ πνεύματι Θεοῦ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες· καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί· εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον· περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς §Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ *ζῆλον διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Ἀλλἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου· διὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα §εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει· 10 τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ *τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, 11 εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν.
Pressing On Toward the Goal
12 Οὐχ ὅτι ἤδη ἔλαβον, ἤδη τετελείωμαι· διώκω δέ, εἰ καὶ καταλάβω ἐφ καὶ §κατελήφθην ὑπὸ *τοῦ Χριστοῦ Ἰησοῦ. 13 Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, 14 κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. 15 Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο Θεὸς ὑμῖν ἀποκαλύψει· 16 πλὴν εἰς ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν §κανόνι, τὸ αὐτὸ φρονεῖν.
17 *Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς. 18 Πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ· 19 ὧν τὸ τέλος ἀπώλεια, ὧν θεὸς κοιλία, καὶ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. 20 Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα, Κύριον Ἰησοῦν Χριστόν· 21 ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι §ἑαυτῷ τὰ πάντα.
* 3:1 ασφαλες ¦ το ασφαλες HF PCK 3:3 θεου ¦ θεω TR 3:5 περιτομὴ ¦ περιτομῇ ANT CT HF PCK § 3:5 βενιαμιν ¦ βενιαμειν TH WH * 3:6 ζηλον ¦ ζηλος CT 3:7 αλλ ¦ αλλα NA27 SBL TH WH 3:8 μεν ουν ¦ μενουνγε ANT CT TR § 3:8 ειναι ¦ — CT * 3:10 την κοινωνιαν των ¦ κοινωνιαν SBL TH WH 3:10 συμμορφουμενος ¦ συμμορφιζομενος CT 3:11 των ¦ την εκ CT § 3:12 κατεληφθην ¦ κατελημφθην CT * 3:12 του χριστου ιησου ¦ χριστου ιησου NA TH WH ¦ χριστου SBL 3:13 ου ¦ ουπω 𝔐pt ANT PCK WH 3:14 επι ¦ εις CT § 3:16 κανονι το αυτο φρονειν 81.2% ¦ — CT 1.6% * 3:17 συμμιμηται ¦ συνμιμηται TH WH 3:17 γινεσθε ¦ γεινεσθε TH 3:21 εις το γενεσθαι αυτο 89.8% ¦ — CT 2.5% § 3:21 ἑαυτῷ ¦ αὐτῷ ANT NA TH ¦ αὑτῷ SBL WH