9
God's Choice of Israel
Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, *συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι Ἁγίῳ, ὅτι λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Εὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα· οἵτινές εἰσιν §Ἰσραηλῖται, ὧν υἱοθεσία καὶ δόξα καὶ αἱ διαθῆκαι καὶ νομοθεσία καὶ λατρεία καὶ αἱ ἐπαγγελίαι, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν Χριστὸς τὸ κατὰ σάρκα, ὢν ἐπὶ πάντων, Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.
Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν λόγος τοῦ Θεοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ· οὐδὅτι εἰσὶ σπέρμα Ἀβραάμ, πάντες τέκνα· ἀλλἘν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Τοῦτἔστιν, οὐ τὰ τέκνα τῆς σαρκός, ταῦτα τέκνα τοῦ Θεοῦ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Ἐπαγγελίας γὰρ λόγος οὗτος, Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάρρᾳ υἱός. 10 Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν 11 μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν *κακόν, ἵνα κατἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ, οὐκ ἐξ ἔργων, ἀλλἐκ τοῦ καλοῦντος, 12 ἐρρήθη αὐτῇ ὅτι μείζων δουλεύσει τῷ ἐλάσσονι. 13 §Καθὼς γέγραπται, Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ *ἐμίσησα.
14 Τί οὖν ἐροῦμεν; Μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. 15 Τῷ γὰρ Μωϋσῇ λέγει, Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν §οἰκτείρω. 16 Ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ *ἐλεοῦντος Θεοῦ. 17 Λέγει γὰρ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. 18 Ἄρα οὖν ὃν θέλει ἐλεεῖ· ὃν δὲ θέλει σκληρύνει.
God's Wrath and Mercy
19 Ἐρεῖς οὖν μοι, Τί ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε; 20 §Μενοῦνγε, ἄνθρωπε, σὺ τίς εἶ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; 21  οὐκ ἔχει ἐξουσίαν κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι μὲν εἰς τιμὴν σκεῦος, δὲ εἰς ἀτιμίαν; 22 Εἰ δὲ θέλων Θεὸς ἐνδείξασθαι τὴν ὀργήν, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· 23 *καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, προητοίμασεν εἰς δόξαν, 24 οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν; 25 Ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει,
 
Καλέσω τὸν οὐ λαόν μου λαόν μου·
καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην.
26 Καὶ ἔσται, ἐν τῷ τόπῳ οὗ ἐρρήθη αὐτοῖς, Οὐ λαός μου ὑμεῖς,
ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος.
 
27 Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ,
 
Ἐὰν ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἄμμος τῆς θαλάσσης,
τὸ κατάλειμμα σωθήσεται·
28 λόγον γὰρ συντελῶν καὶ συντέμνων §ἐν δικαιοσύνῃ·
ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς.
 
29 Καὶ καθὼς προείρηκεν Ἠσαΐας,
 
Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα,
ὡς Σόδομα ἂν ἐγενήθημεν,
καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.
Israel's Unbelief
30 Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· 31 Ἰσραὴλ δέ, διώκων νόμον δικαιοσύνης, εἰς νόμον *δικαιοσύνης οὐκ ἔφθασε. 32 Διὰ τί; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλὡς ἐξ ἔργων νόμου· προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος, 33 καθὼς γέγραπται,
 
Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου·
καὶ §πᾶς πιστεύων ἐπαὐτῷ οὐ καταισχυνθήσεται.
* 9:1 συμμαρτυρουσης ¦ συνμαρτυρουσης TH WH 9:3 ευχομην ¦ ηυχομην ANT CT TR 9:3 αυτος εγω αναθεμα ειναι ¦ αναθεμα ειναι αυτος εγω CT § 9:4 ισραηλιται ¦ ισραηλειται TH WH * 9:11 κακον ¦ φαυλον CT 9:11 προθεσις του θεου ¦ του θεου προθεσις ANT TR 9:12 ερρηθη ¦ ερρεθη ANT CT HF PCK § 9:13 καθως ¦ καθαπερ WH * 9:13 εμισησα ¦ εμεισησα TH 9:15 γαρ μωυση ¦ γαρ μωση 𝔐pt TR ¦ μωυσει γαρ CT 9:15 οικτειρησω ¦ οικτιρησω NA SBL § 9:15 οικτειρω ¦ οικτιρω NA SBL * 9:16 ελεουντος ¦ ελεωντος CT 9:19 ουν μοι ¦ μοι ουν CT 9:19 τι ¦ τι ουν NA SBL § 9:20 μενουνγε ω ανθρωπε ¦ ω ανθρωπε μενουνγε CT * 9:23 και ¦ — WH 9:26 ερρηθη ¦ ερρεθη ANT CT HF PCK 9:27 καταλειμμα 87.9% ¦ υπολειμμα (υπολιμμα WH) NA SBL TH 1% § 9:28 εν δικαιοσυνη οτι λογον συντετμημενον 94.5% ¦ — CT 2.8% * 9:31 δικαιοσυνης ¦ — CT 9:32 νομου ¦ — CT 9:32 γαρ ¦ — CT § 9:33 πας ¦ — CT