10
Καὶ εἶδον *ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἶρις ἐπὶ τῆς κεφαλῆς §αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στύλοι πυρός· καὶ *ἔχων ἐν τῇ χειρὶ αὐτοῦ βιβλίον ἀνεῳγμένον· καὶ ἔθηκε τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ §τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ *τῆς γῆς, καὶ ἔκραξε φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται· καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἔμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, §λέγουσαν, Σφράγισον ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ *μὴ αὐτὰ γράψῃς. Καὶ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν, καὶ ὤμοσε τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος §οὐκέτι ἔσται· *ἀλλἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ Θεοῦ, ὡς εὐηγγέλισε §τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.
Καὶ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν *λαλοῦσα μετἐμοῦ, καὶ λέγουσα, Ὕπαγε, λάβε τὸ βιβλιδάριον τὸ §ἀνεῳγμένον ἐν τῇ χειρὶ *τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. Καὶ ἀπῆλθον πρὸς τὸν ἄγγελον, λέγων αὐτῷ δοῦναί μοι τὸ §βιβλιδάριον. Καὶ λέγει μοι, Λάβε καὶ κατάφαγε αὐτό· καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι. 10 Καὶ ἔλαβον τὸ *βιβλίον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου, καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι, γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη κοιλία μου. 11 Καὶ λέγουσί μοι, Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἐπὶ ἔθνεσι καὶ γλώσσαις καὶ βασιλεῦσι πολλοῖς.
* 10:1 αγγελον ¦ αλλον αγγελον ANT CT TR 10:1 η ¦ — TR 10:1 της κεφαλης ¦ την κεφαλην SBL WH § 10:1 αυτου ¦ — TR * 10:2 εχων ¦ ειχεν Αν BYZ PCK TR 10:2 βιβλιον ¦ βιβλιδαριον BYZ PCK ¦ βιβλαριδιον CT TR 10:2 ανεωγμενον ¦ ηνεωγμενον CT § 10:2 της θαλασσης ¦ την θαλασσαν TR * 10:2 της γης ¦ την γην TR 10:4 βρονται ¦ βρονται τας φωνας εαυτων TR 10:4 εμελλον ¦ ημελλον CT § 10:4 λεγουσαν ¦ λεγουσαν μοι TR * 10:4 μη αυτα γραψης ¦ μετα ταυτα γραφεις PCK ¦ μη ταυτα γραψης TR 10:5 την δεξιαν ¦ — TR 10:6 τω ¦ εν τω ANT BYZ NA PCK TH TR WH § 10:6 ουκετι εσται ¦ ουκ εσται ετι TR * 10:7 αλλ ¦ αλλα TR 10:7 και ετελεσθη ¦ και τελεσθη Αν BYZ TR ¦ τελεσθη PCK 10:7 ως ευηγγελισε ¦ ο ευηγγελισατο PCK § 10:7 τους δουλους αυτου τους προφητας ¦ τοις εαυτου δουλοις τοις προφηταις TR ¦ τους εαυτου δουλους τους προφητας CT * 10:8 λαλουσα ¦ λαλουσαν CT 10:8 λεγουσα ¦ λεγουσαν CT 10:8 βιβλιδαριον ¦ βιβλαριδιον TR ¦ βιβλιον CT § 10:8 ανεωγμενον ¦ ηνεωγμενον CT TR * 10:8 του ¦ — TR 10:9 απηλθον ¦ απηλθα ANT CT 10:9 δουναι ¦ δος Αν BYZ PCK TR § 10:9 βιβλιδαριον ¦ βιβλαριδιον CT TR * 10:10 βιβλιον ¦ βιβλιδαριον BYZ PCK ¦ βιβλαριδιον CT TR 10:11 λεγουσι ¦ λεγει Αν BYZ PCK TR 10:11 επι ¦ — ANT CT TR