13
The First Beast
Καὶ *ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ εἶδονf ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόματα βλασφημίας. Καὶ τὸ θηρίον, εἶδον, §ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς *ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος· καὶ ἔδωκεν αὐτῷ δράκων τὴν δύναμιν αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ, καὶ ἐξουσίαν μεγάλην. Καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ §ὡσεὶ ἐσφαγμένην εἰς θάνατον· καὶ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη· καὶ *ἐθαύμασεν ὅλη γῆ ὀπίσω τοῦ θηρίου· καὶ προσεκύνησαν τῷ δράκοντι τῷ δεδωκότι §τὴν ἐξουσίαν τῷ θηρίῳ, *καὶ προσεκύνησαν τῷ θηρίῳ, λέγοντες, Τίς ὅμοιος τῷ θηρίῳ; Τίς δυνατὸς πολεμῆσαι μεταὐτοῦ;
Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ §βλασφημίαν· καὶ ἐδόθη αὐτῷ ἐξουσία *πόλεμον ποιῆσαι μῆνας τεσσαράκοντα δύο. Καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ, καὶ τὴν σκηνὴν αὐτοῦ, §τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. *Καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων, καὶ νικῆσαι αὐτούς· καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. Καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, §ὧν οὔτε γέγραπται *τὸ ὄνομα ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου. Εἴ τις ἔχει οὖς, ἀκουσάτω.
 
10 Εἴ τις §ἔχει αἰχμαλωσίαν,
ὑπάγει·
εἴ τις ἐν *μαχαίρᾳ,
δεῖ αὐτὸν ἀποκτανθῆναι.
 
Ὧδέ ἐστιν ὑπομονὴ καὶ πίστις τῶν ἁγίων.
The Second Beast
11 Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. 12 Καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. Καὶ §ἐποίει τὴν γῆν καὶ τοὺς *ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη πληγὴ τοῦ θανάτου αὐτοῦ. 13 Καὶ ποιεῖ σημεῖα μεγάλα, καὶ πῦρ ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ §ἐπὶ τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. 14 Καὶ πλανᾷ *τοὺς ἐμοὺς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ εἶχε §πληγὴν *καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρας. 15 Καὶ ἐδόθη αὐτῷ πνεῦμα δοῦναι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ εἰκὼν τοῦ θηρίου, καὶ ποιήσῃ, §ὅσοι *ἐὰν μὴ προσκυνήσωσι τῇ εἰκόνι τοῦ θηρίου, ἀποκτανθῶσι. 16 Καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα §δώσωσιν αὐτοῖς χαράγματα ἐπὶ *χειρὸς αὐτῶν τῆς δεξιᾶς, ἐπὶ τὸ μέτωπον αὐτῶν, 17 καὶ ἵνα μή τις δύναται ἀγοράσαι πωλῆσαι, εἰ μὴ ἔχων τὸ χάραγμα, §τὸ ὄνομα τοῦ θηρίου τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. 18 Ὧδε σοφία ἐστίν. ἔχων *νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου· ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν. ἀριθμὸς αὐτοῦ χξϛ΄.
* 13:1 εσταθην 𝔐A,C,K [87.1%] ¦ εσταθη ECM† NA SBL TH WH [11.5%] {Note: In ECM†, NA, SBL, TH, and WH the words Καὶ ἐστάθη ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης are found in 12:18.} 13:1 κερατα δεκα και κεφαλας επτα 𝔐A,C,K [96.3%] ¦ κεφαλας επτα και κερατα δεκα TR [1.4%] 13:1 ονοματα 𝔐C,K 73.8% ¦ ονομα 𝔐A ECM TH TR 25.4% § 13:2 ην ομοιον 𝔐C,K 71.7% ¦ ομοιον 𝔐A+ 14.3% ¦ ομοιον ην 𝔐A− 10% * 13:2 αρκου 𝔐A,K [72.6%] ¦ αρκτου 𝔐C PCK TR [26%] 13:3 μιαν 𝔐A,C,K [93.5%] ¦ ειδον μιαν TR [5.5%] 13:3 εκ 𝔐C,K [78.8%] ¦ — 𝔐A TR [20.3%] § 13:3 ωσει 𝔐C,K 61.8% ¦ ως 𝔐A ANT CT TR 35.5% * 13:3 εθαυμασεν ολη η γη 𝔐C,K 73.8% ¦ εθαυμασθη εν ολη τη γη 𝔐A ST 16.4% ¦ εθαυμασθη ολη η γη NA SBL TH WH 3.5% 13:4 τω δρακοντι 𝔐A,C,K [92.2%] ¦ τον δρακοντα TR [0.9%] 13:4 τω δεδωκοτι 𝔐C,K [61.5%] ¦ οτι εδωκε 𝔐A CT [28%] ¦ ος εδωκεν TR [0.9%] § 13:4 την 𝔐A,C,K [91.7%] ¦ — TR [2.3%] * 13:4 και προσεκυνησαν τω θηριω 𝔐A+,C,K [76%] ¦ και προσεκυνησαν το θηριον 𝔐A− TR [10.1%] ¦ — 𝔐A− [11.1%] 13:4 τις 𝔐K [42.1%] ¦ και τις 𝔐A,C CT PCK RP [57.4%] 13:4 δυνατος 𝔐C,K [55.1%] ¦ δυναται 𝔐A ANT CT TR [44.4%] § 13:5 βλασφημιαν 𝔐A−,C,K 56.6% ¦ βλασφημα 𝔐A+ 17.9% ¦ βλασφημιας ECM† NA SBL TH TR WH 13.5% * 13:5 πολεμον 𝔐C,K [69.3%] ¦ — 𝔐A CT TR [23.9%] 13:5 τεσσαρακοντα δυο 𝔐A+,C,K [65.9%] ¦ μβ΄ 𝔐A+ ECM [18.4%] ¦ τεσσερακοντα δυο SBL TH [6%] ¦ τεσσερακοντα και δυο NA WH [0.9%] 13:6 βλασφημιαν 𝔐A,C,K 85.5% ¦ βλασφημιας ECM† NA SBL TH WH 10.1% § 13:6 τους 𝔐C,K [65%] ¦ και τους 𝔐A TR [33.2%] * 13:7 και … ποιησαι πολεμον … αυτους 𝔐A−,C,K 58.1% ¦ και … πολεμον ποιησαι … αυτους ANT TR 8.3% ¦ και … εξουσια ποιησαι πολεμον … αυτους MSS 5.1% ¦ — 𝔐A+ 19.4% 13:7 και λαον 𝔐A+,K [70.5%] ¦ — 𝔐A−,C PCK TR [28.1%] 13:8 αυτον 𝔐K [48.8%] ¦ αυτω 𝔐A,C ECM† PCK RP TR [51.2%] § 13:8 ων ουτε 𝔐K+ [23.5%] ¦ ων ου 𝔐A,C,K− ANT ECM† HF PCK RP TR [69.6%] ¦ ου ου ECM† NA SBL TH WH [3.2%] * 13:8 το ονομα 𝔐C,K [70%] ¦ τα ονοματα 𝔐A TR [18%] ¦ τα ονοματα αυτων ECM† [6%] ¦ το ονομα αυτου ECM† NA SBL TH WH [5.1%] 13:8 τω βιβλιω 𝔐A,C,K [82.9%] ¦ τη βιβλω TR [9.7%] ¦ βιβλω MSS [5.5%] 13:8 του 𝔐A,C,K [98.6%] ¦ — TR [1.4%] § 13:10 εχει αιχμαλωσιαν υπαγει 𝔐A+,C,K [55.3%] ¦ εις αιχμαλωσιαν υπαγει ECM TH [20.7%] ¦ αιχμαλωσιαν υπαγει MSS [6.5%] ¦ αιχμαλωσιαν συναγει 𝔐A− [5.5%] ¦ εις αιχμαλωσιαν απαγει εις αιχμαλωσιαν υπαγει ANT [3.7%] ¦ αιχμαλωσιαν συναγει εις αιχμαλωσιαν υπαγει TR [0.9%] ¦ εις αιχμαλωσιαν εις αιχμαλωσιαν υπαγει NA SBL WH [0.5%] * 13:10 μαχαιρα 𝔐A,C,K [97.2%] ¦ μαχαιρη NA SBL TH WH [2.8%] 13:10 δεῖ αὐτὸν 𝔐K 33.6% ¦ ἀποκτενεῖ (ἀποκτένει PCK) δεῖ αὐτὸν ἐν μαχαίρᾳ 𝔐A+,C ECM RP TR 39.1% ¦ ἀποκτείνει δεῖ αὐτὸν ἐν μαχαίρᾳ 𝔐A− 6.2% ¦ ἀποκτέννει δεῖ αὐτὸν ἐν μαχαίρᾳ ANT 4.7% ¦ ἀποκτενεῖ δεῖ αὐτὸν ἐν μαχαίρῃ TH WH 0.8% ¦ ἀποκτανθῆναι αὐτὸν ἐν μαχαίρῃ NA SBL 0.4% 13:11 κερατα 𝔐K [38.5%] ¦ κερατα δυο 𝔐A,C [59.2%] § 13:12 εποιει 𝔐C,K [59.6%] ¦ ποιει 𝔐A ANT CT TR [33.9%] * 13:12 εν αυτη κατοικουντας 𝔐A,C,K [93.6%] ¦ κατοικουντας εν αυτη TR [4.1%] 13:12 προσκυνησωσι 𝔐A,C,K 89.2% ¦ προσκυνησουσι NA SBL TH WH 8% 13:13 και πυρ ινα εκ του ουρανου καταβαινη 𝔐C,K [44.5%] ¦ και πυρ ινα εκ του ουρανου καταβαινει MSS [11%] ¦ ινα και πυρ ποιη καταβαινειν εκ του ουρανου 𝔐A+ TR [8.7%] ¦ ινα και πυρ ποιει καταβαινειν εκ του ουρανου 𝔐A− ECM† [7.8%] ¦ ινα εν πλανη ποιη πυρ εκ του ουρανου καταβαινειν 𝔐A− [5.5%] ¦ ινα και πυρ ποιη εκ του ουρανου καταβαινειν ECM† NA SBL TH WH [0.5%] § 13:13 επι 𝔐C,K 61% ¦ εις 𝔐A ANT CT TR 30.5% * 13:14 τους εμους 𝔐C,K 46.6% ¦ — 𝔐A ANT CT TR 50.2% 13:14 ο 𝔐A−,C,K [77.1%] ¦ ος 𝔐A+ ANT ECM† NA SBL TH WH [22.5%] 13:14 ειχε 𝔐C,K [68.3%] ¦ εχει 𝔐A CT TR [30.7%] § 13:14 πληγην 𝔐K 59% ¦ την πληγην 𝔐A,C ANT CT PCK TR 39.8% * 13:14 και εζησεν απο της μαχαιρας 𝔐K 39% ¦ της μαχαιρας και εζησε 𝔐A,C ANT PCK TR 47% ¦ της μαχαιρης και εζησε CT 1.6% 13:15 αυτω 𝔐A,C,K [98.6%] ¦ αυτη WH [0.9%] 13:15 πνευμα δουναι 𝔐C,K ¦ δουναι πνευμα 𝔐A CT TR § 13:15 οσοι 𝔐A,C,K [85.3%] ¦ ινα οσοι ECM† NA SBL TH WH [11%] * 13:15 εαν 𝔐C,K [68.7%] ¦ αν 𝔐A TR [27.2%] 13:15 τη εικονι 𝔐A+,C,K [86.6%] ¦ την εικονα 𝔐A− TR [11.1%] 13:15 αποκτανθωσι 𝔐A,K [74.7%] ¦ ινα αποκτανθωσι 𝔐C ANT PCK TR [23%] § 13:16 δωσωσιν αυτοις χαραγματα 𝔐K+ 21.9% ¦ δωσιν αυτοις χαραγματα 𝔐C PCK 17.6% ¦ δωσιν αυτοις χαραγμα 𝔐A CT 14.5% ¦ δωσουσιν αυτοις χαραγματα 𝔐K− 12.1% ¦ δωσωσιν αυτοις χαραγμα MSS 7.8% ¦ δωσουσιν αυτοις χαραγμα ANT 4.7% ¦ δωση αυτοις χαραγμα TR 3.5% * 13:16 χειρος 𝔐K [31.7%] ¦ της χειρος 𝔐A,C ANT CT HF PCK RP TR [63.3%] 13:16 το μετωπον 𝔐K [47%] ¦ των μετωπων 𝔐A,C ANT PCK TR [47.9%] 13:17 δυναται 57.8% 𝔐A,K ¦ δυνηται 𝔐C ANT CT PCK TR 38.2% § 13:17 το ονομα του θηριου 𝔐A+,C,K [78.9%] ¦ του ονοματος του θηριου 𝔐A− [8.7%] ¦ η το ονομα του θηριου TR [3.2%] * 13:18 νουν 𝔐A,C,K [88%] ¦ τον νουν TR [7.9%] 13:18 ο 𝔐K [45.1%] ¦ και ο 𝔐A,C ANT CT PCK RP TR [49.8%] 13:18 χξϛ΄ 𝔐K 39.5% ¦ εστιν χξϛ΄ 𝔐A+,C ECM PCK 29.8% ¦ εστιν εξακοσια εξηκοντα εξ 𝔐A− RP 11.3% ¦ εξακοσια εξηκοντα εξ NA SBL WH 1.6%