16
Καὶ ἤκουσα *φωνῆς μεγάλης ἐκ τοῦ ναοῦ, λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις, Ὑπάγετε, καὶ §ἐκχέατε τὰς *ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν.
Καὶ ἀπῆλθεν πρῶτος, καὶ ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς §προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
Καὶ δεύτερος *ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζῶσα ἀπέθανεν ἐν τῇ θαλάσσῃ.
Καὶ §τρίτος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ *εἰς τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα. Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος,
 
Δίκαιος εἶ, ὢν καὶ ἦν, ὅσιος,
ὅτι ταῦτα ἔκρινας·
ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν,
καὶ αἷμα αὐτοῖς §ἔδωκας *πιεῖν·
ἄξιοί εἰσι.
 
Καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος,
 
Ναί, Κύριε Θεὸς παντοκράτωρ,
ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
 
Καὶ τέταρτος §ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι *ἐν πυρὶ τοὺς ἀνθρώπους. Καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
10 Καὶ §πέμπτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο βασιλεία αὐτοῦ ἐσκοτωμένη· καὶ *ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, 11 καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
12 Καὶ ἕκτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ §ἀνατολῆς ἡλίου. 13 Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος, καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου, καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου, πνεύματα *ἀκάθαρτα τρία ὡς βάτραχοι· 14 εἰσὶ γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, § ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς *τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντοκράτορος 15 Ἰδού, ἔρχομαι ὡς κλέπτης. Μακάριος γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ, καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ 16 Καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ §Ἁρμαγεδών.
17 Καὶ *ἕβδομος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα· καὶ ἐξῆλθε φωνὴ μεγάλη ἀπὸ §τοῦ ναοῦ τοῦ οὐρανοῦ, ἀπὸ τοῦ θρόνου, λέγουσα, Γέγονε. 18 Καὶ ἐγένοντο *ἀστραπαὶ καὶ βρονταὶ καὶ φωναί, καὶ σεισμὸς μέγας, οἷος οὐκ ἐγένετο ἀφοὗ οἱ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμός, οὕτω μέγας. 19 Καὶ ἐγένετο πόλις μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν §ἔπεσον· καὶ Βαβυλὼν μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ, δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ. 20 Καὶ πᾶσα νῆσος ἔφυγε, καὶ ὄρη οὐχ εὑρέθησαν. 21 Καὶ χάλαζα μεγάλη, ὡς ταλαντιαία, καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης· ὅτι μεγάλη ἐστὶν πληγὴ *αὐτῆς σφόδρα.
* 16:1 φωνης μεγαλης ¦ μεγαλης φωνης ANT CT 16:1 εκ του ναου ¦ — K BYZ 16:1 και ¦ — BYZ PCK § 16:1 εκχεατε ¦ εκχεετε CT * 16:1 επτα ¦ — PCK TR 16:2 εις ¦ επι Αν BYZ PCK TR 16:2 επι ¦ εις PCK TR § 16:2 προσκυνουντας τη εικονι αυτου ¦ τη εικονι αυτου προσκυνουντας TR * 16:3 αγγελος ¦ — CT 16:3 ζωσα ¦ ζωης CT ¦ — K BYZ HF 16:3 εν ¦ τα εν CT § 16:4 τριτος ¦ τριτος αγγελος Αν BYZ PCK TR * 16:4 εις ¦ — CT PCK 16:5 ει ¦ κυριε ει TR 16:5 ο οσιος ¦ οσιος BYZ HF TH ¦ και ο εσομενος SCR ¦ και ο οσιος ST § 16:6 εδωκας ¦ δεδωκας CT * 16:6 πιειν ¦ πειν WH 16:6 αξιοι ¦ αξιοι γαρ TR 16:7 ηκουσα ¦ ηκουσα αλλου εκ TR § 16:8 αγγελος ¦ — K ANT BYZ CT HF * 16:8 εν πυρι τους ανθρωπους ¦ τους ανθρωπους εν πυρι BYZ CT PCK TR 16:9 οι ανθρωποι ¦ — CT TR 16:9 εξουσιαν ¦ την εξουσιαν CT PCK § 16:10 πεμπτος ¦ πεμπτος αγγελος Αν BYZ PCK TR * 16:10 εμασωντο ¦ εμασσωντο BYZ TR 16:12 εκτος ¦ εκτος αγγελος BYZ PCK TR 16:12 ευφρατην ¦ τον ευφρατην ANT NA SBL TR WH § 16:12 ανατολης ¦ ανατολων Αν BYZ PCK TR * 16:13 ακαθαρτα τρια ¦ τρια ακαθαρτα ANT BYZ CT PCK TR 16:13 ως βατραχοι ¦ ομοια βατραχοις TR 16:14 δαιμονιων ¦ δαιμονων Αν BYZ PCK TR § 16:14 α εκπορευεται ¦ εκπορευεσθαι Αν ST * 16:14 της ¦ της γης και της TR 16:14 τον ¦ — ST 16:14 εκεινης ¦ — CT § 16:16 αρμαγεδων ¦ μαγεδων K BYZ HF ¦ αρμαγεδδων TR * 16:17 εβδομος ¦ εβδομος αγγελος Αν BYZ PCK TR 16:17 επι ¦ εις Αν BYZ PCK TR 16:17 απο ¦ εκ ANT CT § 16:17 του ναου του ουρανου ¦ του ναου CT ¦ του ουρανου Αν * 16:18 αστραπαι και βρονται και φωναι ¦ φωναι και βρονται και αστραπαι TR ¦ αστραπαι και φωναι και βρονται ANT CT 16:18 σεισμος ¦ σεισμος εγενετο Αν ANT BYZ CT PCK TR 16:18 οι ανθρωποι εγενοντο ¦ ανθρωπος εγενετο NA ¦ ανθρωποι εγενοντο SBL TH WH § 16:19 επεσον ¦ επεσαν ANT CT * 16:21 αυτης ¦ αυτη ANT BYZ HF