22
Καὶ ἔδειξέ μοι *ποταμὸν καθαρὸν ὕδατος ζωῆς, λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου. Ἐν μέσῳ τῆς πλατείας αὐτῆς, καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν, ξύλον ζωῆς, ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα §ἕκαστον ἀποδιδοὺς τὸν καρπὸν αὐτοῦ· καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν. Καὶ πᾶν *κατάθεμα οὐκ ἔσται ἔτι· καὶ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται· καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ, καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ· καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. Καὶ νὺξ οὐκ ἔσται §ἐκεῖ, *καὶ χρείαν οὐκ ἔχουσι λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος Θεὸς φωτιεῖ §αὐτούς· καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ *λέγει μοι, Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί· καὶ Κύριος Θεὸς τῶν πνευμάτων τῶν προφητῶν ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ δεῖ γενέσθαι ἐν τάχει.
§Καὶ ἰδού, ἔρχομαι ταχύ. Μακάριος τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
*Κἀγὼ Ἰωάννης ἀκούων καὶ βλέπων ταῦτα. Καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, §ἔπεσον προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ *δεικνύοντός μοι ταῦτα. Καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σού εἰμι, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον.
10 Καὶ λέγει μοι, Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· § καιρὸς γὰρ ἐγγύς ἐστιν. 11  ἀδικῶν ἀδικησάτω ἔτι· καὶ *ῥυπαρὸς ῥυπαρευθήτω ἔτι· καὶ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι· καὶ ἅγιος ἁγιασθήτω ἔτι.
12  Ἰδού, ἔρχομαι ταχύ, καὶ μισθός μου μετἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον §ἔσται αὐτοῦ. 13  *Ἐγὼ τὸ Ἄλφα καὶ τὸ , πρῶτος καὶ ἔσχατος, ἀρχὴ καὶ τὸ τέλος.
14 Μακάριοι οἱ §ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. 15  *Ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.
16 Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ῥίζα καὶ τὸ γένος Δαυίδ, § ἀστὴρ λαμπρὸς * πρωϊνός.
17 Καὶ τὸ πνεῦμα καὶ νύμφη λέγουσιν, Ἔρχου. Καὶ ἀκούων εἰπάτω, Ἔρχου. Καὶ διψῶν §ἐρχέσθω· θέλων *λαβέτω ὕδωρ ζωῆς δωρεάν.
18  Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ἐάν τις §ἐπιθῇ ἐπαὐτά, *ἐπιθήσαι Θεὸς ἐπαὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν §τῷ βιβλίῳ τούτῳ· 19 καὶ ἐάν τις *ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφέλοι Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ §τοῦ ξύλου τῆς ζωῆς, καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, *τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
20 Λέγει μαρτυρῶν ταῦτα, Ναί, ἔρχομαι ταχύ. Ἀμήν. Ναί, ἔρχου, Κύριε §Ἰησοῦ.
21  χάρις τοῦ Κυρίου *Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων. Ἀμήν.
* 22:1 ποταμον καθαρον ¦ ποταμον K ANT BYZ CT HF ¦ καθαρον ποταμον TR 22:1 κρυσταλλον ¦ κρυσταλον PCK 22:2 εκειθεν ¦ εντευθεν Αν BYZ PCK TR § 22:2 εκαστον αποδιδους ¦ αποδιδους εκαστον BYZ HF ¦ ενα εκαστον αποδιδουν TR ¦ εκαστον αποδιδουν ANT NA SBL WH * 22:3 καταθεμα ¦ καταναθεμα TR 22:3 ετι ¦ εκει Αν BYZ PCK 22:3 λατρευσουσιν ¦ λατρευουσιν HF § 22:5 εκει ¦ ετι ANT CT ¦ — K HF * 22:5 χρειαν ουκ εχουσι ¦ ου χρεια K ANT BYZ HF ¦ ουκ εχουσι χρειαν CT 22:5 λυχνου και φωτος ηλιου ¦ λυχνου και φωτος K HF ¦ φωτος λυχνου και φωτος ηλιου NA TH ¦ φωτος λυχνου και φως ηλιου SBL WH 22:5 φωτιει ¦ φωτιζει TR ¦ φωτισει CT § 22:5 αυτους ¦ επ αυτους CT * 22:6 λεγει ¦ ειπε Αν BYZ CT TR 22:6 κυριος ¦ ο κυριος CT 22:6 πνευματων των ¦ αγιων Αν TR § 22:7 και ¦ — BYZ PCK TR * 22:8 καγω ¦ και εγω Αν BYZ TR 22:8 ακουων και βλεπων ταυτα ¦ βλεπων και ακουων ταυτα Αν BYZ ¦ βλεπων ταυτα και ακουων TR 22:8 εβλεψα ¦ ειδον BYZ ¦ οτε ειδον HF § 22:8 επεσον ¦ επεσα ANT CT TR * 22:8 δεικνυοντος ¦ δεικνυντος Αν BYZ HF PCK 22:9 σου ¦ σου γαρ TR 22:9 και ¦ — PCK § 22:10 ο καιρος γαρ ¦ οτι ο καιρος BYZ PCK TR * 22:11 ρυπαρος ρυπαρευθητω ¦ ρυπων ρυπωσατω TR ¦ ρυπαρος ρυπανθητω NA TH WH 22:11 δικαιοσυνην ποιησατω ¦ δικαιωθητω TR 22:12 ιδου ¦ και ιδου TR § 22:12 εσται αυτου ¦ αυτου εσται BYZ TR ¦ εστιν αυτου CT * 22:13 εγω ¦ εγω ειμι TR 22:13 αλφα ¦ Α Αν ANT BYZ TR 22:13 ο πρωτος και ο εσχατος η αρχη και το τελος ¦ αρχη και τελος ο πρωτος και ο εσχατος BYZ PCK TR ¦ ο πρωτος και ο εσχατος αρχη και τελος ANT § 22:14 ποιουντες τας εντολας αυτου ¦ πλυνοντες τας στολας αυτων CT * 22:15 εξω ¦ εξω δε TR 22:15 φιλων ¦ ο φιλων Αν ANT BYZ HF TR 22:16 δαυιδ ¦ ΔΑΔ Αν K BYZ ¦ δαβιδ HF ¦ του δαβιδ TR ¦ δαυειδ WH § 22:16 ο ¦ και ο Αν * 22:16 ο πρωινος ¦ και ορθρινος TR 22:17 ερχου ¦ ελθε TR 22:17 ερχου ¦ ελθε TR § 22:17 ερχεσθω ¦ ελθετω και TR ¦ ερχεσθω και ANT * 22:17 λαβετω ¦ λαμβανετω το TR 22:18 μαρτυρω εγω ¦ συμμαρτυρουμαι γαρ TR 22:18 τω ¦ — PCK TR § 22:18 επιθη επ αυτα ¦ επιτιθη προς ταυτα TR ¦ επιθη επι ταυτα ANT * 22:18 επιθησαι ¦ επιθησει ANT BYZ CT TR 22:18 ο θεος επ αυτον ¦ επ αυτον ο θεος BYZ PCK TH 22:18 πληγας ¦ επτα πληγας BYZ PCK § 22:18 τω ¦ — TR * 22:19 αφελη ¦ αφαιρη TR 22:19 του βιβλιου ¦ βιβλου TR 22:19 αφελοι ¦ αφελει Αν ANT BYZ CT ¦ αφαιρησει TR § 22:19 του ξυλου ¦ βιβλου TR * 22:19 των ¦ και των TR 22:19 τω ¦ — TR 22:20 ναι ¦ — CT § 22:20 ιησου ¦ ιησου χριστε Αν BYZ * 22:21 ιησου χριστου ¦ ημων ιησου χριστου TR ¦ ιησου NA SBL TH 22:21 παντων των αγιων ¦ παντων υμων TR ¦ παντων NA SBL ¦ των αγιων TH WH 22:21 αμην ¦ — NA SBL WH