3
The Letter to the Church in Sardis
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον, Τάδε λέγει ἔχων τὰ *ἑπτὰ πνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ. Γίνου γρηγορῶν, καὶ §στήρισον τὰ λοιπὰ *ἔμελλες ἀποβάλλειν· οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ μου. Μνημόνευε οὖν πῶς εἴληφας §καὶ ἤκουσας, καὶ τήρει, καὶ μετανόησον. Ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω *ἐπὶ σὲ ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ. Ἀλλ §ὀλίγα ἔχεις ὀνόματα *ἐν Σάρδεσιν, οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν· καὶ περιπατήσουσι μετἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν. νικῶν, οὗτος περιβαλεῖται ἐν ἱματίοις λευκοῖς· καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ §ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου, καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
The Letter to the Church in Philadelphia
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν *Φιλαδελφείᾳ ἐκκλησίας γράψον, Τάδε λέγει ἅγιος, ἀληθινός, ἔχων τὴν κλεῖν τοῦ Δαυίδ, ἀνοίγων καὶ οὐδεὶς §κλείσει αὐτήν, εἰ μὴ ἀνοίγων· καὶ οὐδεὶς ἀνοίξει. Οἶδά σου τὰ ἔργα· ἰδού, δέδωκα ἐνώπιόν σου θύραν *ἀνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν, ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου. Ἰδού, δίδωμι ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσίν, ἀλλὰ ψεύδονται· ἰδού, ποιήσω αὐτοὺς ἵνα §ἥξωσι καὶ *προσκυνήσωσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἠγάπησά σε. 10 Ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ, τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 11 Ἔρχομαι ταχύ· κράτει ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. 12  νικῶν, ποιήσω αὐτὸν στύλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπαὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, τῆς καινῆς Ἱερουσαλήμ, § καταβαίνει *ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν. 13  ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
The Letter to the Church in Laodicea
14 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον, Τάδε λέγει Ἀμήν, μάρτυς πιστὸς καὶ §ἀληθινός, ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ· 15 Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός· *ὄφελον ψυχρὸς ἦς ζεστός. 16 Οὕτως ὅτι χλιαρὸς εἶ, καὶ οὐ ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. 17 Ὅτι λέγεις, Πλούσιός εἰμι, καὶ πεπλούτηκα, καὶ §οὐδενὸς χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ταλαίπωρος καὶ * ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός· 18 συμβουλεύω σοι ἀγοράσαι χρυσίον παρἐμοῦ πεπυρωμένον ἐκ πυρός, ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκά, ἵνα περιβάλῃ, καὶ μὴ φανερωθῇ αἰσχύνη τῆς γυμνότητός σου· καὶ §κολλύριον *ἵνα ἐγχρίσῃ τοὺς ὀφθαλμούς σου, ἵνα βλέπῃς. 19 Ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· ζήλωσον οὖν καὶ μετανόησον. 20 Ἰδού, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου, καὶ ἀνοίξῃ τὴν θύραν, καὶ εἰσελεύσομαι πρὸς αὐτόν, καὶ δειπνήσω μεταὐτοῦ, καὶ αὐτὸς μετἐμοῦ. 21  νικῶν, δώσω αὐτῷ καθίσαι μετἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα, καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. 22  ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
* 3:1 επτα 𝔐A,C,K [98.6%] ¦ — ST [1.4%] 3:1 ονομα 𝔐A,C,K [95.5%] ¦ το ονομα TR [2.3%] 3:1 οτι 𝔐A,C [54.1%] ¦ και 𝔐K HF [44.1%] § 3:2 στηρισον 𝔐C,K+ [41.4%] ¦ στηριξον 𝔐A TR [31.4%] ¦ τηρησον 𝔐K− HF [22.3%] * 3:2 εμελλες αποβαλλειν 𝔐K+ [24.7%] ¦ ημελλες αποβαλλειν 𝔐A−,K− [23.3%] ¦ εμελλον αποθανειν 𝔐A+ CT [18.7%] ¦ εμελλες αποβαλειν 𝔐C PCK [15.5%] ¦ εμελλον αποθνησκειν 𝔐A− ANT [7.8%] ¦ μελλει αποθανειν TR [1.8%] 3:2 τα 𝔐A,C,K [95.5%] ¦ — WH [1.8%] 3:2 μου 𝔐A−,C,K [80.9%] ¦ — 𝔐A+ TR [19.1%] § 3:3 και ηκουσας και τηρει 𝔐A,C [50.2%] ¦ — 𝔐K [43.4%] * 3:3 επι σε 𝔐A,C,K [78.6%] ¦ — CT [20.9%] 3:3 γνως 𝔐A,C [49.8%] ¦ γνωση 𝔐K ANT HF [48.4%] 3:4 αλλ 𝔐A+,C,K [80.5%] ¦ αλλα ANT ECM NA27 SBL TH WH [9.1%] ¦ — 𝔐A− TR [10%] § 3:4 ολιγα εχεις ονοματα 𝔐A−,C,K [66.4%] ¦ εχεις ολιγα ονοματα 𝔐A+ ANT CT TR [25%] ¦ ολιγα ονοματα εχεις MSS [7.3%] * 3:4 εν 𝔐A,C,K [91.8%] ¦ και εν TR [8.2%] 3:4 α 𝔐C,K [70.3%] ¦ οι 𝔐A [26.9%] 3:5 ουτος 𝔐A,K+ [62.7%] ¦ ουτω 𝔐C,K− ANT CT PCK [35.9%] § 3:5 ομολογησω 𝔐A,C,K [89.5%] ¦ εξομολογησομαι TR [1.8%] ¦ {omit εκ της βιβλου της ζωης και ομολογσω το ονομα αυτου} MSS [7.3%] * 3:7 φιλαδελφεια 𝔐A+,C,K+ [59.1%] ¦ φιλαδελφια 𝔐A−,K− ECM TH WH [39.1%] 3:7 κλειν 𝔐C,K [64.1%] ¦ κλειδα 𝔐A TR [35.9%] 3:7 του δαυιδ [2.3%] ¦ του ΔΑΔ 𝔐A,C,K [83.2%] ¦ ΔΑΔ MSS [6.4%] ¦ του αδου MSS [5.9%] ¦ του δαβιδ HR TR [0%] ¦ δαυιδ NA SBL TH [0%] ¦ δαυειδ WH [0%] {Note: The editors of printed editions prefer to spell out this name rather than using the abbreviated form.} § 3:7 κλεισει αυτην ει μη ο ανοιγων και ουδεις ανοιξει 𝔐C,K [47.7%] ¦ κλειει και κλειων και ουδεις ανοιγει 𝔐A [13.6%] ¦ κλεισει και κλειων και ουδεις ανοιξει ECM† [9.1%] ¦ κλεισει αυτην ει μη ο ανοιγων και κλειων και ουδεις ανοιξει MSS [5%] ¦ κλεισει και κλειων και ουδεις ανοιγει ANT ECM† NA SBL TH WH [1.8%] ¦ κλειει και κλειει και ουδεις ανοιγει TR [1.4%] * 3:8 ανεωγμενην 𝔐A,C,K [83.2%] ¦ ηνεωγμενην NA SBL WH [16.4%] 3:8 ην 𝔐A,C,K [89.1%] ¦ και TR [9.5%] 3:9 διδωμι 𝔐A,C,K [96.8%] ¦ διδω NA SBL TH WH [1.4%] § 3:9 ηξωσι 𝔐A+,C−,K [68%] ¦ ηξουσι 𝔐A−,C+ ANT ECM† NA PCK SBL TH WH [31.1%] * 3:9 προσκυνησωσιν 𝔐A,C,K [81.3%] ¦ προσκυνησουσιν ANT ECM† NA SBL TH WH [18.3%] 3:9 ηγαπησα 𝔐C,K [60.5%] ¦ εγω ηγαπησα 𝔐A ANT CT TR [35.5%] 3:11 ερχομαι 𝔐A,C,K [92.8%] ¦ ιδου ερχομαι TR [7.2%] § 3:12 ἣ καταβαίνει 𝔐C,K [74.1%] ¦ ἡ καταβαίνουσα 𝔐A CT ST [24.1%] * 3:12 εκ 𝔐A,C [58.2%] ¦ απο 𝔐K HF [40.5%] 3:12 μου 𝔐A,C [53.6%] ¦ — 𝔐K [45.5%] 3:14 εν λαοδικεια εκκλησιας 𝔐A,C,K [71.2%] ¦ εν λαοδικια εκκλησιας TH WH [12.3%] ¦ εκκλησιας λαοδικεων TR [1.4%] § 3:14 αληθινος 𝔐A,C,K [85.8%] ¦ ο αληθινος WH [12.8%] * 3:15 οφελον ψυχρος ης η ζεστος 𝔐A,C,K [82.2%] ¦ οφελον ψυχρος ειης η ζεστος TR [2.7%] ¦ — MSS [8.7%] 3:16 ου ζεστος ουτε ψυχρος 𝔐C,K [64.4%] ¦ ουτε ζεστος ουτε ψυχρος 𝔐A ANT CT [24.7%] ¦ ουτε ψυχρος ουτε ζεστος TR [4.1%] 3:17 λεγεις 𝔐A+,C,K [67%] ¦ λεγεις οτι 𝔐A− ANT NA SBL TH TR WH [32.1%] § 3:17 ουδενος 𝔐A,C,K [93.2%] ¦ ουδεν NA SBL TH WH [6.8%] * 3:17 ο 𝔐C,K [61.5%] ¦ — 𝔐A NA SBL TH TR WH [34.8%] 3:17 ελεεινος 𝔐A,C,K [91.8%] ¦ ελεινος WH [2.9%] {Note: ECM does not collate spelling differences for this variant unit. Consequently, this spelling difference is calculated only from Hoskier's collation.} 3:18 χρυσιον παρ εμου 𝔐C,K [57%] ¦ παρ εμου χρυσιον 𝔐A ANT CT TR [31.2%] ¦ χρυσιον MSS [5.4%] § 3:18 κολλυριον 𝔐A−,K [50%] ¦ κολλουριον 𝔐A−,C NA PCK SBL TR WH [36.8%] ¦ κουλλουριον 𝔐A+ [12.3%] * 3:18 ινα εγχριση 𝔐K [46.6%] ¦ εγχρισον 𝔐A ECM† TR [17.6%] ¦ εγχρισον επι 𝔐C PCK [13.6%] ¦ εγχρισαι ECM† NA SBL TH WH [10.4%] 3:19 ζηλωσον 𝔐A,C [47.3%] ¦ ζηλευε 𝔐K ANT ECM† HF NA SBL TH WH [47.7%] 3:20 και 𝔐C,K [63.6%] ¦ — 𝔐A ECM† TR WH [36.4%]