40
1 Ἀσχολιὰ μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ, καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Ἀδὰμ, ἀφʼ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἡμέρας ἐπὶ ταφῇ εἰς μητέρα πάντων.
2 Τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας, ἐπίνοια προσδοκίας, ἡμέρα τελευτῆς·
3 ἀπὸ καθημένου ἐπὶ θρόνου ἐν δόξῃ, καὶ ἕως τεταπεινωμένου ἐν γῇ καὶ σποδῷ·
4 ἀπὸ φοροῦντος ὑάκινθον καὶ στέφανον, καὶ ἕως περιβαλλουμένου ὠμόλινον·
5 θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις, καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ.
6 Ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει, καὶ ἀπʼ ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρᾳ σκοπιᾶς, τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ, ὡς ἐκπέφευγὼς ἀπὸ προσώπου πολέμου.
7 Ἐν καιρῷ σωτηρίας αὐτοῦ ἐξηγέρθη, καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον.
8 Μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα.
9 Θάνατος καὶ αἷμα καὶ ἔρις καὶ ῥομφαία,. ἐπαγωγαὶ, λιμὸς καὶ σύντριμμα καὶ μάστιξ,
10 ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα, καὶ διʼ αὐτοὺς ἐγένετο ὁ κατακλυσμός.
11 Πάντα ὅσα ἀπὸ γῆς εἰς γῆν ἀναστρέφει, καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει.
12 Πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται, καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται.
13 Χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται, καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει.
14 Ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας, εὐφρανθήσεται, οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν.
15 Ἔκγονα ἀσεβῶν οὐ πληθύνει κλάδους, καὶ ῥίζαι ἀκάθαρτοι ἐπʼ ἀκροτόμου πέτρας.
16 Ἄχει ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ πρὸ παντὸς χόρτου ἐκτιλήσεται.
17 Χάρις ὡς παράδεισος ἐν εὐλογίαις, καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμένει.
18 Ζωὴ αὐτάρκους ἐργάτου γλυκανθήσεται, καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν.
19 Τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα, καὶ ὑπὲρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται.
20 Οἶνος καὶ μουσικὰ εὐφραίνουσι καρδίαν, καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας.
21 Αὐλὸς καὶ ψαλτήριον ἡδύνουσι μέλι, καὶ ὑπὲρ ἀμφότερα γλῶσσα ἡδεῖα.
22 Χάριν καὶ κάλλος ἐπιθυμήσει ὁ ὀφθαλμός σου, καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου.
23 Φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες, καὶ ὑπὲρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός.
24 Ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως, καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ῥύσεται.
25 Χρυσίον καὶ ἀργύριον ἐπιστήσουσι πόδα, καὶ ὑπὲρ ἀπφότερα βουλὴ εὐδοκιμεῖται.
26 Χρήματα καὶ ἰσχὺς ἀνυψώσουσι καρδίαν, καὶ ὑπὲρ ἀμφότερα φόβος Κυρίου· οὐκ ἔστι φόβῳ Κυρίου ἐλάττωσις, καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν.
27 Φόβος Κυρίου ὡς παράδεισος εὐλογίας, καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψαν αὐτόν.
28 Τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς, κρεῖσσον ἀποθανεῖν ἢ ἐπαιτεῖν.
29 Ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν, οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς, ἀλισγήσει τὴν ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις· ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται.
30 Ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις, καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται.