41
1 Ὦ θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ, ἀνδρὶ ἀπερισπάστῳ, καὶ εὐοδουμένῳ ἐν πᾶσι, καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν;
2 Ὦ θάνατε, καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύϊ, ἐσχατογήρῳ, καὶ περισπωμένῳ περὶ πάντων, καὶ ἀπειθοῦντι, καὶ ἀπολωλεκότι ὑπομονήν.
3 Μὴ εὐλαβοῦ κρίμα θανάτου· μνήσθητι προτέρων σου καὶ ἐσχάτων, τοῦτο τὸ κρίμα παρὰ Κυρίου πάσῃ σαρκί.
4 Καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ ὑψίστου; εἴτε δέκα, εἴτε ἑκατὸν, εἴτε χίλια ἔτη· οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς.
5 Τέκνα βδελυκτὰ γίνεται τέκνα ἁμαρτωλῶν, καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν.
6 Τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος.
7 Πατρὶ ἀσεβεῖ μέμψεται τέκνα, ὅτι διʼ αὐτὸν ὀνειδισθήσονται.
8 Οὐαὶ ὑμῖν ἄνδρες ἀσεβεῖς, οἵτινες ἐγκατελίπετε νόμον Θεοῦ ὑψίστου.
9 Καὶ ἐὰν γεννηθῆτε, εἰς κατάραν γεννηθήσεσθε· καὶ ἐὰν ἀποθάνητε, εἰς κατάραν μερισθήσεσθε.
10 Πάντα ὅσα ἐκ γῆς, εἰς γῆν ἀπελεύσεται· οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπώλείαν.
11 Πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν, ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν, ἐξαλειφθήσεται.
12 Φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμενεῖ, ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου.
13 Ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν, καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμένει.
14 Παιδείαν ἐν εἰρήνῃ συντηρήσατε τέκνα, σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις;
15 Κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ, ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.
16 Τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου· οὐ γάρ ἐστι πᾶσαν αἰσχύνην διαφυλάξαι καλὸν, καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται.
17 Αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας, καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους·
18 ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελείας, ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας· ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας, καὶ ἀπὸ τόπου οὗ παροικεῖς περὶ κλοπῆς·
19 καὶ ἀπὸ ἀληθείας Θεοῦ καὶ διαθήκης, καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπʼ ἄρτοις· ἀπὸ σκορακισμοῦ λήψεως καὶ δόσεως,
20 καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς· ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας,
21 καὶ ἀπὸ ἀποστροφῆς προσώπου συγγενοῦς· ἀπὸ ἀφαιρέσεως μερίδος καὶ δόσεως, καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου,
22 ἀπὸ περιεργείας παιδίσκης αὐτοῦ, καὶ μὴ ἐπιστῇς ἐπὶ τὴν κοίτην αὐτῆς, ἀπὸ φίλων περὶ λόγων ὀνειδισμοῦ, καὶ μετὰ τὸ δοῦναι, μὴ ὀνείδιζε.
23 Ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοῆς, καὶ ἀπὸ ἀποκαλύψεων λόγων κρυφίων·
24 καὶ ἔσῃ αἰσχυντηρὸς ἀληθινῶς, καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνθρώπου·