Freedom in Christ
5
Τῇ ἐλευθερίᾳ οὖν * Χριστὸς ἡμᾶς ἠλευθέρωσεν στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.§ Ἴδε, ἐγώ, Παῦλος, λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.* Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. Κατηργήθητε ἀπὸ τοῦ§ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος ἐξεπέσετε.* Ἡμεῖς γὰρ Πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾿ ἀγάπης ἐνεργουμένη.
Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι; πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. Μικρὰ ζύμη§ ὅλον τὸ φύραμα ζυμοῖ. 10 Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρῖμα, ὅστις ἂν* .
11 Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. 12 Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
13 Ὑμεῖς γὰρ ἐπ᾿ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. 14  γὰρ πᾶς νόμος§ ἐν ἑνὶ λόγῳ πληροῦται,* ἐν τῷ «ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν 15 Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ§ ἀλλήλων ἀναλωθῆτε.
Spirit vs flesh
16 Λέγω δέ· Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. 17  γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος, τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ* ἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἂν§ θέλητε, ταῦτα ποιῆτε. 18 Εἰ δὲ Πνεύματι ἄγεσθε οὐκ ἐστὲ ὑπὸ νόμον.*
19 Φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν· μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, 20 εἰδωλολατρία, φαρμακεία,§ ἔχθραι,* ἔρις, ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, 21 φθόνοι, φόνοι,§ μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις· προλέγω* ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.
22  δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 πρᾳότης,§ ἐγκράτειακατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. 24 Οἱ δὲ τοῦ Χριστοῦ* τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.
25 Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν. 26 Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι,§ ἀλλήλοις* φθονοῦντες.
* 5:1 ουν η f35 (80%) RP,HF,OC,TR ¦ 1 (5.4%) ¦ 2 (3.5%) ¦ — ℵA,B,C (6.3%) NU ¦ 12 ὁ (2.3%) CP ¦ 1 ὁ (2.1%) ¦ 2 ὁ (0.3%) 5:1 χριστος ημας f35 C (89.6%) RP,HF,OC,TR,CP ¦ ~ 21 ℵA,B (2.3%) NU ¦ 1 υμας (7.6%) ¦ 1 (0.5%) 5:1 στηκετε f35 (91.9%) RP,HF,OC,TR,CP ¦ 1 ουν ℵA,B,C (6.9%) NU ¦ στητε (0.2%) ¦ στητε ουν (0.3%) ¦ στηκεται ουν (0.7%) § 5:1 ενεχεσθε rell ¦ ανεχεσθε [10%] ¦ ενεχεσθαι A [4.5%] ¦ ανεχεσθαι [0.3%] * 5:2 ωφελησει rell ¦ οφελησει [4%] CP ¦ ωφεληση [4%] 5:3 μαρτυρομαι rell ¦ μαρτυρωμαι [11%] 5:3 ποιησαι rell ¦ ποιησας CP ¦ πληρωσαι [5%] § 5:4 του f35 A [97.5%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB,C [2.5%] NU * 5:4 εξεπεσετε f35 [45%] HF ¦ εξεπεσατε 𝕻46ℵA,B,C [54%] RP,OC,TR,CP,NU ¦ two other variants [1%] 5:7 ενεκοψεν rell ¦ ανεκοψεν TR 5:7 τη f35 𝕻46C [99.5%] RP,HF,OC,TR,CP[NU] ¦ — ℵA,B [alone] § 5:9 ζυμη rell ¦ ζημοι CP * 5:10 αν f35 C [94%] RP,HF,OC,TR,CP ¦ εαν 𝕻46ℵA,B [6%] NU 5:12 οφελον rell ¦ ωφελον [20%] ¦ αρα 𝕻46 5:12 αποκοψονται rell ¦ αποκοψωνται 𝕻46 [1%] CP § 5:14 νομος f35 𝕻46ℵA,B,C [82%] RP,HF,OC,TR,CP,NU ¦ λογος [18%] * 5:14 πληρουται f35 [97%] RP,HF,OC,TR,CP ¦ πεπληρωται 𝕻46ℵA,B,C [2.5%] NU ¦ three other readings [0.5%] 5:14 σεαυτον f35 ℵA,B,C [55%] HF,OC,NU ¦ εαυτον 𝕻46 [45%] RP,TR,CP (It would be easy to drop a Ϲ—ΩϹϹΕΑΥΤΟΝ.) 5:15 μη rell ¦ μηπω CP § 5:15 υπο f35 A,C [84%] RP,HF,TR ¦ ὑπ 𝕻46ℵB [16%] OC,CP,NU * 5:17 δε f35 A,C [98.5%] RP,HF,OC,TR,CP ¦ γαρ 𝕻46vℵB [1.5%] NU 5:17 αντικειται rell ¦ αντικεινται [28%] CP 5:17 αντικειται αλληλοις f35 𝕻46vℵ [97%] RP,HF,OC,TR,CP ¦ ~ 21 (A)B,C [3%] NU § 5:17 αν f35 B [96%] RP,HF,OC,TR,CP ¦ εαν ℵA [3.5%] NU ¦ — C [0.5%] * 5:18 υπο νομον rell ¦ απο νομου CP 5:19 μοιχεια πορνεια f35 [92%] RP,HF,OC,TR(CP) ¦ ~ 21 [3%] ¦ 2 (ℵ)A,B,C [2%] NU ¦ — [3%] 5:20 ειδωλολατρια f35 C [70%] OC,CP,NU ¦ ειδωλολατρεια ℵA,B [27%] RP,HF,TR ¦ ειδωλωλατρια [2%] ¦ three other spellings [1%] § 5:20 φαρμακεια rell ¦ φαρμακια ℵA [15%] CP * 5:20 εχθραι rell ¦ εχθρα [10%] 5:20 ερις f35 ℵA,B [60%] NU ¦ ερεις C [40%] RP,HF,OC,TR,CP 5:20 ζηλοι f35 ℵC [98.5%] RP,HF,OC,TR,CP ¦ ζηλος B [1%] NU ¦ two other readings [0.5%] § 5:21 φονοι f35 A,C [95%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB [5%] NU (An easy case of homoioteleuton.) * 5:21 α προλεγω rell ¦ απερ λεγω CP 5:21 και f35 A,C [98.5%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB [1.5%] NU 5:22 αγαθωσυνη rell ¦ αγαθοσυνη [25%] § 5:23 πραοτης f35 [98.5%] RP,HF,OC,TR,CP ¦ πραυτης 𝕻46ℵA,B,C [1.5%] NU * 5:24 χριστου f35 𝕻46 [97.5%] RP,HF,OC,TR,CP ¦ 1 ιησου ℵA,B,C [2.5%] [NU] 5:25 στοιχωμεν rell ¦ στιχουμεν [13%] CP 5:26 γινωμεθα f35 ℵA,C [61%] RP,HF,OC,TR,NU ¦ γινομεθα [9%] ¦ γενωμεθα [20%] CP ¦ γενομεθα [9%] ¦ γεινωμεθα 𝕻46B [1%] § 5:26 προκαλουμενοι f35 𝕻46ℵA,B,C [75%] RP,HF,OC,TR,NU ¦ προσκαλουμενοι [25%] CP * 5:26 αλληλοις f35 ℵA,C [60%] RP,HF,OC,TR,CP,NU ¦ αλληλους 𝕻46B [40%]