15
Parable of a lost sheep
Ἦσαν δὲ ἐγγίζοντες αὐτῷ* πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. Καὶ διεγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι «Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς Εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων· «Τίς ἄνθρωπος ἐξ ὑμῶν, ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἓν ἐξ αὐτῶν, οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως§ εὕρῃ αὐτό; Καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ* χαίρων. Καὶ ἐλθὼν εἰς τὸν οἶκον, συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς, ‹Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.› Λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἔσται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
Parable of a lost coin
» τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ὅτου§ εὕρῃ; Καὶ εὑροῦσα, συγκαλεῖται* τὰς φίλας καὶ τὰς γείτονας λέγουσα, ‹Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.› 10 Οὕτως, λέγω ὑμῖν, χαρὰ γίνεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι
Parable of a lost son
11 Εἶπεν δέ· «Ἄνθρωπός τις εἶχεν δύο υἱούς. 12 Καὶ εἶπεν νεώτερος αὐτῶν τῷ πατρί, ‹Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας.› Καὶ§ διεῖλεν αὐτοῖς τὸν βίον. 13 Καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας, συναγαγὼν ἅπαντα,* νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν· καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. 14 Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. 15 Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· 16 καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ§ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. 17 Εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπεν·*Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι· 18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, 19 καὶ§ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.›
20 »Καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ.* Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη· καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. 21 Εἶπεν δὲ αὐτῷ υἱός,Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ§ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.›* 22 Εἶπεν δὲ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ·Ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας.§ 23 Καὶ ἐνέγκαντες* τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν· 24 ὅτι οὗτος υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη.›§ Καὶ ἤρξαντο εὐφραίνεσθαι.
25 »Ἦν δὲ υἱὸς αὐτοῦ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ ἤκουσεν συμφωνίας καὶ χορῶν· 26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων,* ἐπυνθάνετο τί εἴη ταῦτα. 27  δὲ εἶπεν αὐτῷ ὅτι ἀδελφός σου ἥκει, καὶ ἔθυσεν πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.› 28 Ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29  δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρί·§Ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ. 30 Ὅτε δὲ υἱός σου οὗτος καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν.›* 31  δὲ εἶπεν αὐτῷ· ‹Τέκνον, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν. 32 Εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησεν, καὶ ἀπολωλὼς§ ἦν* καὶ εὑρέθη.› »
* 15:1 εγγιζοντες αυτω f35 D,N [82%] CP,HF,RP,TR,OC ¦ ~ 21 𝕻75ℵA,B,W [18%] NU 15:2 οι f35 A,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ 1 τε 𝕻75ℵB,D [0.5%] NU 15:4 εν εξ αυτων f35 A,N [98.5%] CP,HF,RP,TR,OC ¦ ~ 231 𝕻75ℵB(D)W [1.5%] NU § 15:4 εως f35 𝕻75B,D,W [70%] CP,HF,RP,TR,NU ¦ 1 ου ℵA,N [30%] OC * 15:5 αυτου f35 𝕻75ℵB,D,N [45%] OC,NU ¦ εαυτου A,W [55%] CP,HF,RP,TR 15:6 συγκαλει rell ¦ συγκαλειται D [16%] ¦ συγκαλειτε N ¦ one other variant 15:7 εσται εν τω ουρανω f35 A,D,N,W [99%] CP,HF,RP,TR,OC ¦ ~ 2341 𝕻75ℵB [1%] NU § 15:8 οτου f35 A,N,W [95.5%] CP,HF,RP,TR,OC ¦ ου 𝕻75ℵB [3%] NU ¦ — D [1%] ¦ three other variants * 15:9 συγκαλειται f35 (A)(D)W [86%] CP,HF,RP,TR ¦ συγκαλει 𝕻75(ℵ)B,N [14%] OC,NU 15:9 τας f35 A(D)N,W [96.5%] CP,HF,RP,TR,OC ¦ τους [3%] ¦ — 𝕻75ℵB [0.5%] NU 15:10 χαρα γινεται f35 (A)N(W) [99%] CP,HF,RP,TR,OC ¦ ~ γεινεται 1 𝕻75ℵB [1%] NU ¦ 1 εσται D § 15:12 και f35 ℵD,N,W [99%] CP,HF,RP,TR,OC ¦ ο δε A,B [1%] NU ¦ — 𝕻75 * 15:13 απαντα f35 ℵA,N,W [97%] CP,HF,RP,TR,OC ¦ παντα 𝕻75B,D [3%] NU 15:14 ισχυρος f35 N,Q,W [99%] CP,HF,RP,TR,OC ¦ ισχυρα 𝕻75ℵA,B,D [1%] NU 15:14 ηρξατο rell ¦ 1 του A [20%] § 15:16 γεμισαι την κοιλιαν αυτου απο f35 A,N,Q (96.4%) CP,HF,RP,TR,OC ¦ 1234 εκ (0.9%) ¦ χορτασθηναι εκ 𝕻75ℵB,D (2.2%) NU ¦ χορτασθηναι 5 (0.5%) ¦ 123 και χορτασθηναι 5 W * 15:17 ειπεν f35 A,D,N,Q,W [98.5%] CP,HF,RP,TR,OC ¦ εφη 𝕻75ℵB [1.5%] NU 15:17 περισσευουσιν f35 ℵD,N,Q,W [98%] CP,HF,RP,TR,OC ¦ περισσευονται 𝕻75A,B [2%] NU 15:17 λιμω f35 (A)Q,W [91.5%] CP,HF,RP,TR,OC ¦ 1 ωδε (𝕻75ℵB) [2.5%] NU ¦ ωδε 1 (D)N [6%] § 15:19 και f35 N [58%] CP,HF,RP,TR ¦ — 𝕻75ℵA,B,D,Q,W [42%] OC,NU * 15:20 εαυτου f35 𝕻75A,B,W [42%] TR,NU ¦ αυτου ℵD,N,Q [58%] CP,HF,RP,OC 15:20 επεπεσεν rell ¦ επεσεν W [20%] ¦ ενεπεσεν D 15:21 αυτω ο υιος f35 ℵA,N,Q,W [99%] CP,HF,RP,TR,OC ¦ ~ 231 𝕻75B(D) [1%] NU § 15:21 και f35 N,Q,W [94%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵA,B,D [6%] NU * 15:21 σου f35 𝕻75A,N,Q,W (87.3%) CP,HF,RP,TR,OC,NU ¦ 1 ποιησον με ως ενα των μισθιων 1 ℵB,D (12.5%) ¦ long omissions (0.2%) 15:22 αυτου f35 A,N,Q,W [97%] CP,HF,RP,TR,OC ¦ 1 ταχυ (𝕻75ℵ)B [1%] NU ¦ 1 ταχεως D [2%] ¦ one other variant 15:22 την f35 𝕻75 [95%] CP,HF,RP,TR,OC ¦ — ℵA,B,D,N,Q,W [5%] NU § 15:22 ποδας rell ¦ 1 αυτου D [12%] * 15:23 ενεγκαντες f35 A,Q,W [85%] CP,HF,RP,TR,OC ¦ ενεγκοντες N [13%] ¦ εξενεγκαντες [1%] ¦ ενεγκατε D [0.5%] ¦ φερετε 𝕻75ℵB [0.5%] NU 15:24 και f35 N [84%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵA,B,D,Q(W) [16%] NU 15:24 απολωλως ην f35 N [45.5%] CP,HF,RP,TR,OC ¦ απολωλος 2 [50%] ¦ ~ 21 A,B,NU ¦ ~ 2 απολωλος ℵ ¦ ~ 2 απολολως 𝕻75 ¦ 1 D,Q [1%] ¦ απολωλος [3%] [Though evidently a neuter participle in form, I suppose that απολωλος would be functioning as an adjective, parallel to νεκρος, should one choose that reading.] § 15:24 ευρεθη rell ¦ ηυρεθη A,N [25%] * 15:26 παιδων rell ¦ 1 αυτου [2%] TR 15:26 τι f35 ℵA(D)W [84%] CP,HF,RP,TR,OC ¦ 1 αν 𝕻75B,N,Q [8%] NU ¦ τινα [8%] 15:28 ουν f35 N,Q,W [98%] CP,HF,RP,TR,OC ¦ δε 𝕻75ℵA,B,D [2%] NU § 15:29 πατρι f35 ℵW [91%] CP,HF,RP,TR,OC ¦ 1 αυτου 𝕻75A,B,D,N,Q [9%] NU * 15:30 μοσχον τον σιτευτον f35 A,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ ~ 31 𝕻75ℵ(B)(D)Q [0.5%] NU 15:32 ανεζησεν f35 A,D,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ εζησεν 𝕻75ℵB [0.5%] NU 15:32 και rell ¦ — ℵD [13%] § 15:32 απολωλως f35 𝕻75ℵA,B,D,N,W [60%] CP,HF,RP,TR,OC,NU ¦ απολωλος [40%] * 15:32 ην f35 ℵN [95%] CP,HF,RP,TR,OC ¦ — 𝕻75A,B,D(W) [5%] NU 15:32 ευρεθη rell ¦ ηυρεθη A,N [15%]