20
Jesus’ authority questioned
Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων,* διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου, ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις καὶ εἶπον§ πρὸς αὐτὸν λέγοντες,* «Εἰπὲ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς· τίς ἐστιν δούς σοι τὴν ἐξουσίαν ταύτην Ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· «Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι· Τὸ βάπτισμα Ἰωάννουἐξ οὐρανοῦ ἦν ἐξ ἀνθρώπων Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι «Ἐὰν εἴπωμεν, ‹Ἐξ οὐρανοῦ,› ἐρεῖ, ‹Διὰ τί§ οὐκ ἐπιστεύσατε αὐτῷ;› Ἐὰν δὲ εἴπωμεν, ‹Ἐξ ἀνθρώπων,› πᾶς λαὸς* καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. Καὶ Ἰησοῦς εἶπεν αὐτοῖς, «Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
Parable of some perverse tenants
Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· «Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς. 10 Καὶ ἐν§ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιν* αὐτῷ. Οἱ δὲ γεωργοὶ δήραντες αὐτὸν ἐξαπέστειλαν κενόν. 11 Καὶ προσέθετο§ πέμψαι ἕτερον* δοῦλον· οἱ δὲ κἀκεῖνον δήραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. 12 Καὶ προσέθετο πέμψαι τρίτον· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. 13 Εἶπεν δὲ κύριος τοῦ ἀμπελῶνος· ‹Τί ποιήσω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες§ ἐντραπήσονται.› 14 Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοί, διελογίζοντο πρὸς ἑαυτοὺς* λέγοντες· ‹Οὗτός ἐστιν κληρονόμος. Δεῦτε, ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται κληρονομία.› 15 Καὶ ἐκβαλόντες ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Τί οὖν ποιήσει αὐτοῖς κύριος τοῦ ἀμπελῶνος; 16 Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοιςἈκούσαντες δὲ εἶπον,§ «Μὴ γένοιτο
17  δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· «Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· ‹Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας›; 18 Πᾶς πεσὼν ἐπ᾿ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃλικμήσει αὐτόν
19 Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς* ἐπιβαλεῖν ἐπ᾿ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ· καὶ ἐφοβήθησανἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην εἶπεν.
To Caesar, Caesar’s; to God, God’s
20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται§ αὐτοῦ λόγου,* εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. 21 Καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· «Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. 22 Ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι, οὔ
23 Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς· «Τί με πειράζετε;§ 24 Ἐπιδείξατέ* μοι δηνάριοντίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήνἈποκριθέντες δὲ εἶπον,§ «Καίσαρος 25  δὲ εἶπεν αὐτοῖς,* «Ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ 26 Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ· καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν.
Sadducees deny resurrection
27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι,§ ἐπηρώτησαν αὐτὸν 28 λέγοντες· «Διδάσκαλε, Μωσῆς* ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα ἀδελφὸς αὐτοῦ λάβῃ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ§ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 29 Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· 30 καὶ ἔλαβεν* δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος· 31 καὶ τρίτος ἔλαβεν αὐτήν· ὡσαύτως δὲ καὶ οἱ ἑπτά§οὐ κατέλιπον* τέκνα, καὶ ἀπέθανον. 32 Ὕστερον δὲ πάντων, ἀπέθανεν καὶ γυνή. 33 Ἐν τῇ οὖν§ ἀναστάσει,* τίνος αὐτῶν γίνεται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα
34 Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς Ἰησοῦς· «Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ ἐκγαμίσκονται· 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν, καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν, οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται.§ 36 Οὔτε* γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσινκαὶ υἱοί εἰσιν τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37 Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει· ‹Κύριον τὸν Θεὸν Ἁβραὰμ καὶ τὸν§ Θεὸν Ἰσαὰκ καὶ τὸν* Θεὸν Ἰακώβ.› 38 Θεὸς δὲ οὐκ ἔστιν νεκρῶν, ἀλλὰ ζώντωνπάντες γὰρ αὐτῷ ζῶσιν 39 Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον, «Διδάσκαλε, καλῶς εἶπας 40 Οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.
Is the Christ David’s Son?
41 Εἶπεν δὲ πρὸς αὐτούς· «Πῶς λέγουσιν§ τὸν Χριστὸν Υἱὸν Δαυὶδ εἶναι;* 42 Καὶ αὐτὸς Δαυὶδ λέγει ἐν Βίβλῳ Ψαλμῶν, ‹Εἶπεν § Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου 43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.› 44 Δαυὶδ οὖν Κύριον αὐτὸν* καλεῖ, καὶ πῶς Υἱὸς αὐτοῦ ἐστιν
Jesus denounces the scribes
45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· 46 «Προσέχετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις· 47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσεύχονται. Οὗτοι λήψονται§ περισσότερον κρῖμα
* 20:1 εκεινων f35 A,C,N,W [96.5%] CP,HF,RP,TR,OC ¦ — ℵB,D,Q [3.5%] NU 20:1 ιερεις f35 A,W [84%] HF,RP,OC ¦ αρχιερεις ℵB,C,D,N,Q [16%] CP,TR,NU 20:1 οι rell ¦ — A [15%] § 20:2 ειπον rell ¦ ειπαν ℵB [1%] NU * 20:2 προς αυτον λεγοντες f35 A,N,Q,W [97.5%] CP,HF,RP,TR,OC ¦ 12 C,D [1.5%] ¦ ~ 312 ℵB [1%] NU 20:2 ειπε ημιν f35 A,D,N,Q,W [97.5%] CP,HF,RP,TR,OC ¦ ειπον 2 B [1%] NU ¦ — ℵC [1.5%] 20:3 ενα λογον f35 C,D,N,Q [82%] CP,HF,RP,TR,OC ¦ ~ 21 A [16%] ¦ 2 ℵB,W [2%] NU § 20:5 τι f35 ℵB,W [83%] CP,HF,RP,NU ¦ 1 ουν A,C,D,N,Q [17%] TR,OC * 20:6 πας ο λαος f35 A,C,N,Q,W [98.5%] CP,HF,RP,TR,OC ¦ ~ 23 απας ℵB(D) [1.5%] NU 20:9 ανθρωπος f35 ℵB(C,D)N,Q [87%] CP,HF,RP ¦ 1 τις A,W [13%] TR,OC[NU] 20:9 εξεδοτο f35 D,N,Q,W [99.5%] CP,HF,RP,TR,OC,UBS ¦ εξεδετο ℵA,B,C [0.5%] N-A (One of the rare places where UBS and N-A are not the same.) § 20:10 εν f35 A,W [93%] CP,HF,RP,TR ¦ 1 τω C,N,Q [6%] OC ¦ τω [0.5%] ¦ — ℵB(D) [0.5%] NU * 20:10 δωσιν f35 C,D,N,W [93%] CP,HF,RP,TR ¦ δωσουσιν ℵA,B,Q [4%] OC,NU ¦ — [3%] ¦ one other variant 20:10 δηραντες f35 [20%] ¦ δειραντες ℵA,B,C(D)N,Q,W [80%] CP,HF,RP,TR,OC,NU (Is the verb δαιρω or δερω? By far the more common, the literal meaning of δερω is to skin or flay a dead animal, to beat or whip being a derived meaning. Some have doubted the independent existence of δαιρω, but it occurs in Hermas, sim.6.2.6 [2nd cent.]. The meaning is presumably ‘to beat severely’. That many copyists might change an unfamiliar form to a closely related familiar one is not hard to imagine, but who would change a familiar one to an unfamiliar one?) 20:10 δηραντες αυτον εξαπεστειλαν f35 A,C(D)N,Q [96.5%] CP,HF,RP,TR,OC ¦ ~ 321 ℵB [0.3%] NU ¦ 12 απεστειλαν [2.5%] ¦ 1232 W [0.5%] § 20:11 προσεθετο rell ¦ 1 αυτοις Q [2%] OC * 20:11 πεμψαι ετερον f35 N,Q,W [96%] CP,HF,RP,TR,OC ¦ ~ 21 ℵA,B [4%] NU ¦ επεμψεν 2 D ¦ 1 αυτοις 2 C 20:11 δηραντες f35 [20%] ¦ δειραντες ℵA,B,C,D,N,Q,W [80%] CP,HF,RP,TR,OC,NU 20:12 πεμψαι τριτον f35 A,C,N,Q,W [99%] CP,HF,RP,TR,OC ¦ ~ 21 ℵB [1%] NU ¦ ~ 2 επεμψεν D § 20:13 ιδοντες f35 A,N,W [98.5%] CP,HF,RP,TR,OC ¦ — ℵB,C,D,Q [1.5%] NU * 20:14 εαυτους f35 A,C,N,Q,W [98%] CP,HF,RP,TR,OC ¦ αλληλους ℵB,D [1.5%] NU ¦ two other variants [0.5%] 20:14 δευτε f35 ℵC,D [90%] CP,HF,RP,TR,OC ¦ — A,B,N,Q,W [10%] NU 20:15 εκβαλοντες f35 [24%] ¦ 1 αυτον ℵA,B,D,N,Q,W [76%] CP,HF,RP,TR,OC,NU ¦ λαβοντες αυτον εξεβαλον C (some 7% have εκβαλλοντες) § 20:16 ειπον rell ¦ ειπαν ℵB,D,Q [1.5%] NU * 20:19 αρχιερεις και οι γραμματεις f35 ℵD,N [88%] CP,HF,RP,TR,OC ¦ ~ 4231 A,B,W [12%] NU ¦ ~ 423 φαρισαιοι C ¦ three other variants 20:19 εφοβηθησαν f35 [65%] CP,HF,RP ¦ 1 τον λαον ℵA,B,C(D) [35%] TR,OC,NU ¦ 1 τον οχλον N,W 20:19 την παραβολην ταυτην ειπεν f35 A,C,N,W [93%] CP,HF,RP,TR ¦ ~ 4123 ℵB [3%] NU ¦ ~ ειρηκεν 123 D ¦ 124 [3%] ¦ τας παραβολας ελεγεν [1%] OC ¦ two other variants § 20:20 επιλαβωνται rell ¦ επιλαβονται [21%] * 20:20 λογου rell ¦ λογον C,N [18%] ¦ λογων D 20:20 εις το f35 A,N,W [99%] (CP)HF,RP,TR,OC ¦ ωστε ℵB,C,D [1%] NU 20:22 ημιν f35 C(D)W [97.5%] CP,HF,RP,TR,OC ¦ ημας ℵA,B [2.5%] NU ¦ — N ¦ one other variant § 20:23 τι με πειραζετε f35 A(C)D,N,W [98.5%] CP,HF,RP,TR,OC ¦ — ℵB [1.5%] NU * 20:24 επιδειξατε f35 C,N [85%] CP,HF,RP,TR ¦ δειξατε ℵA,B,D,W [15%] OC,NU 20:24 δηναριον rell ¦ 1 οι δε εδειξαν και ειπε (ℵ)C,N [20%] (plus several minor variations) 20:24 αποκριθεντες f35 A,C(D,W) [97%] CP,HF,RP,TR,OC ¦ οι ℵB,N [3%] NU § 20:24 ειπον rell ¦ ειπαν ℵB,C [0.5%] NU * 20:25 αυτοις f35 A,C,D,N,W [97%] CP,HF,RP,TR,OC ¦ προς αυτους ℵB [3%] NU 20:25 αποδοτε τοινυν f35 A,C,N,W [92%] CP,HF,RP,TR,OC ¦ ~ 21 ℵB [2%] NU ¦ 1 D ¦ 1 ουν [6%] 20:27 αντιλεγοντες f35 A,W (94.3%) CP,HF,RP,TR[NU] ¦ λεγοντες ℵB,C,D,N (5.4%) OC ¦ three other variants (0.3%) § 20:27 αναστασιν μη ειναι rell ¦ ~ 231 N [2.5%] OC * 20:28 μωσης f35 ℵA [60%] HF,RP,TR ¦ μωυσης B,D,N,W [40%] CP,OC,NU 20:28 αποθανη f35 A,N,W [96%] CP,HF,RP,TR,OC ¦ η B [4%] NU ¦ D is wild ¦ three other variants ¦ ℵ omits whole line 20:28 ο αδελφος αυτου λαβη f35 [20%] ¦ ~ 4123 A,B,D,N,W [80%] CP,HF,RP,TR,OC,NU § 20:28 εξαναστηση f35 ℵB,D,N [67%] CP,HF,RP,TR,OC,NU ¦ εξαναστησει A,W [33%] * 20:30 ελαβεν f35 A,W [99.5%] CP,HF,RP,TR,OC ¦ — ℵB,D [0.5%] NU 20:30 την γυναικα και ουτος απεθανεν ατεκνος f35 A,W [99%] CP,HF,RP,TR,OC ¦ — ℵB,D [1%] NU 20:31 αυτην f35 ℵB(D)W [55%] CP,HF,TR,OC,NU ¦ 1 ωσαυτως A [45%] RP § 20:31 επτα f35 ℵA,B,D [73%] CP,HF,RP,TR,OC,NU ¦ 1 και W [27%] some TRs * 20:31 κατελιπον rell ¦ κατελειπον A [18%] ¦ αφηκαν D ¦ two other variants 20:32 δε παντων f35 A,W [60%] CP,HF,RP,TR,OC ¦ 2 [30%] ¦ 1 [9.5%] ¦ και ℵB,D [0.5%] NU 20:32 απεθανεν και η γυνη f35 A,W [98%] CP,HF,RP,TR ¦ ~ 2341 ℵB,D [2%] OC,NU § 20:33 εν τη ουν f35 A,D,W [99.5%] CP,HF,RP,TR,OC ¦ 12 ℵ ¦ ~ η γυνη 312 B [0.5%] NU * 20:33 ουν αναστασει rell ¦ ~ 21 [0.5%] OC 20:34 αποκριθεις f35 A,W [99%] CP,HF,RP,TR,OC ¦ — ℵB,D [1%] NU 20:34 εκγαμισκονται f35 Q [74%] CP,HF,RP,TR ¦ εκγαμιζονται A,W [23%] OC ¦ γαμισκονται ℵB [2%] NU ¦ γαμιζονται [1%] ¦ γαμουνται D ¦ two other variants § 20:35 εκγαμιζονται f35 A,W [84%] CP,HF,RP ¦ εκγαμισκονται [9%] TR ¦ γαμιζονται ℵD,Q [4%] OC,NU ¦ γαμισκονται B [3%] * 20:36 ουτε f35 ℵQ,W [94.5%] CP,HF,RP,TR,OC ¦ ουδε A,B,D [5.5%] NU 20:36 του f35 Q,W [99.5%] CP,HF,RP,TR,OC ¦ τω D ¦ — ℵA,B [0.3%] NU 20:37 μωυσης f35 B,D,Q,W [55%] CP,OC,NU ¦ μωσης ℵA [45%] HF,RP,TR § 20:37 τον f35 A,Q,W [99%] CP,HF,RP,TR,OC ¦ — ℵB,D [1%] NU * 20:37 τον f35 A,Q [99%] CP,HF,RP,TR,OC ¦ — ℵB,D [1%] NU ¦ W omits phrase 20:39 ειπον rell ¦ ειπαν ℵB,D [0.5%] NU 20:40 δε f35 A,D,Q,W [99%] CP,HF,RP,TR,OC ¦ γαρ ℵB [1%] NU § 20:41 λεγουσιν rell ¦ 1 τινες A [17%] * 20:41 υιον δαυιδ ειναι f35 A,Q,W [97.5%] CP,HF,RP,TR,OC ¦ ~ 321 ℵB [0.3%] NU ¦ ~ 312 [1%] ¦ 12 D ¦ υιος 2 εστιν [1%] 20:42 και αυτος f35 A,D,W [98%] CP,HF,RP,TR,OC ¦ ~ 2 γαρ ℵB [2%] NU ¦ 12 γαρ Q 20:42 βιβλω rell ¦ 1 των D,W [8.5%] OC § 20:42 ο f35 ℵA,Q,W [99.8%] CP,HF,RP,TR,OC ¦ — B(D)NU * 20:44 κυριον αυτον rell ¦ ~ 21 A,B,Q [17%] OC 20:44 υιος αυτου f35 ℵD,Q,W [92%] CP,HF,RP,TR,OC ¦ ~ 21 A,B [8%] NU 20:45 αυτου f35 ℵA,W [98%] CP,HF,RP,TR,OC[NU] ¦ αυτους (Q) ¦ εαυτου [1.5%] ¦ — B,D [0.3%] § 20:47 ληψονται rell ¦ λημψονται ℵA,B,D,W [1%] NU