21
A lesson in giving
Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον* πλουσίους. Εἶδεν δέ τινα καὶ χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτά. Καὶ εἶπεν· «Ἀληθῶς λέγω ὑμῖν ὅτι χήρα πτωχὴ αὕτη§ πλεῖον πάντων ἔβαλεν· ἅπαντες* γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ, αὕτη δέ, ἐκ τοῦ ὑστερήματος αὐτῆς, ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλεν§
Jerusalem will be destroyed
Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται, εἶπεν, «Ταῦτα θεωρεῖτεἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθον* ὃς οὐ καταλυθήσεται
The Olivet Discourse
Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· «Διδάσκαλε, πότε οὖν ταῦτα ἔσταικαὶ «Τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι δὲ εἶπεν· «Βλέπετε μὴ πλανηθῆτε, πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτιἘγώ εἰμικαὶ καιρὸς ἤγγικεν.› Μὴ οὖν§ πορευθῆτε ὀπίσω αὐτῶν. Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾿ οὐκ εὐθέως τὸ τέλος
Things are going to get bad, really bad
10 Τότε ἔλεγεν αὐτοῖς· «Ἐγερθήσεται ἔθνος ἐπὶ* ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν. 11 Σεισμοί τε μεγάλοι κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ σημεῖα ἀπ᾿ οὐρανοῦ μεγάλα ἔσται. 12 Πρὸ δὲ τούτων ἁπάντων,§ ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς* συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. 13 Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. 14 Θέσθε§ οὖν εἰς τὰς καρδίας* ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν οὐ δυνήσονται ἀντειπεῖν ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. 16 Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν,§ καὶ θανατώσουσιν ἐξ ὑμῶν. 17 Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.* 18 (Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται 19 ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.)
Jerusalem will be destroyed
20 »Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἐρήμωσις αὐτῆς. 21 Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν. 22 Ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν, τοῦ πληρωθῆναι πάντα τὰ γεγραμμένα. 23 Οὐαὶ δὲ§ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ* ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς, καὶ ὀργὴ ἐν τῷ λαῷ τούτῳ. 24 Καὶ πεσοῦνται στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη.§ Καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι* πληρωθῶσιν καιροὶ ἐθνῶν.
Christ will return to the earth
25 »Καὶ ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν, ἐν ἀπορίᾳ, ἠχούσης θαλάσσης καὶ σάλου· 26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ§ οἰκουμένῃαἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 27 Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 28 Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἀπολύτρωσις ὑμῶν
Parable of the fig tree
29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς· «Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα. 30 Ὅταν προβάλλωσιν* ἤδη, βλέποντες ἀφ᾿ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν. 31 Οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν βασιλεία τοῦ Θεοῦ. 32 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. 33  οὐρανὸς καὶ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.§
Watch and pray
34 »Προσέχετε δὲ ἑαυτοῖς, μήποτε βαρηθῶσιν* ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνίδιος ἐφ᾿ ὑμᾶς ἐπιστῇ ἡμέρα ἐκείνη. 35 Ὡς παγὶς γὰρ ἐπελεύσεται§ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36 Ἀγρυπνεῖτε οὖν* ἐν παντὶ καιρῷ, δεόμενοι ἵνα καταξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου
His daily routine
37 Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν. 38 Καὶ πᾶς λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.
* 21:1 τα δωρα αυτων εις το γαζοφυλακιον f35 A,Q,W [96.5%] CP,HF,RP,TR,OC ¦ ~ 456123 ℵB,D [3%] NU ¦ four other variants 21:2 τινα και f35 (A)Q,W [84%] CP,HF,RP ¦ ~ 21 D [11%] TR ¦ 1 ℵB [5%] OC,NU 21:2 δυο λεπτα f35 A(D)W [99%] CP,HF,RP,TR,OC ¦ ~ 21 ℵB,Q [1%] NU § 21:3 η πτωχη αυτη f35 A,Q,W [95%] HF,RP,TR,OC ¦ ~ 312 ℵB(D) [5%] CP,NU * 21:4 απαντες f35 A,Q,W [99%] CP,HF,RP,TR,OC ¦ παντες ℵB(D) [1%] NU 21:4 του θεου f35 A,D,Q,W [98.5%] CP,HF,RP,TR,OC ¦ — ℵB [1.5%] NU 21:4 απαντα f35 A,W [98.5%] CP,HF,RP,TR,OC ¦ παντα ℵB,D,Q [1.5%] NU § 21:4 εβαλεν rell ¦ 1 ταυτα λεγων εφωνει ο εχων ωτα ακουειν ακουετω [20%] (there are a few minor variations) * 21:6 λιθος επι λιθον f35 W (32.2%) CP ¦ 12 λιθω A,Q (65.1%) HF,RP,TR,OC,NU ¦ 12 λιθων (0.3%) ¦ 12 λιθω ωδε ℵB(D) (0.5%) ¦ 123 ωδε (0.4%) ¦ ωδε 12 λιθω (0.5%) ¦ ωδε 32 λιθω (0.5%) ¦ ωδε 123 (0.2%) ¦ two other variants (0.2%) 21:7 μελλη rell ¦ μελλει W [12%] 21:8 οτι f35 A,D,W [99%] CP,HF,RP,TR,OC ¦ — ℵB [1%] NU § 21:8 ουν f35 A,W [99%] CP,HF,RP,TR,OC ¦ — (ℵ)B,D [1%] NU * 21:10 επι f35 B,W [91%] CP,HF,RP,TR,OC ¦ επ ℵA,D [9%] NU 21:11 κατα τοπους και f35 A,D,W [99.5%] CP,HF,RP,TR,OC ¦ ~ 312 ℵB [0.5%] NU 21:11 και (−κ. 0.6%) σημεια (−σ. 0.4%) απ ουρανου (−α. ο. 0.3%) μεγαλα (−μ. A 0.3%) εσται (−ε. 0.2%) f35 (A)W (85.9%) CP,HF,RP,TR,OC ¦ ~ 125346 ℵ (5.8%) ¦ ~ 512346 (1.6%) ¦ ~ 123465 (0.4%) ¦ ~ 125634 (0.2%) ¦ ~ 341256 D (0.2%) ¦ ~ 134256 B,NU ¦ 12345 εσωνται (4.3%) ¦ ~ 12534 εσωνται (1%) ¦ five further variants (0.5%) § 21:12 απαντων f35 [34%] CP,TR ¦ παντων ℵA,B,D,W [66%] HF,RP,OC,NU * 21:12 εις f35 A,W [99.5%] CP,HF,RP,TR,OC ¦ 1 τας ℵB,D [0.5%] NU 21:12 αγομενους f35 A,W [98.5%] CP,HF,RP,TR,OC ¦ απαγομενους ℵB,D [1.5%] NU 21:13 δε f35 A,W [99.5%] CP,HF,RP,TR,OC ¦ — ℵB,D [0.5%] NU § 21:14 θεσθε f35 [97%] CP,HF,RP,TR,OC ¦ θετε ℵA,B,D,W [3%] NU * 21:14 εις τας καρδιας f35 W [97%] CP,HF,RP,TR,OC ¦ εν ταις καρδιαις ℵA,B,D [3%] NU 21:15 αντειπειν η αντιστηναι f35 A [30%] ¦ ~ 321 ℵB [1.5%] NU ¦ 1 ουδε 3 W [68%] CP,HF,RP,TR,OC ¦ 3 D ¦ two other variants 21:15 παντες f35 ℵA,D,W [99.5%] CP,HF,RP,TR,OC ¦ απαντες B [0.5%] NU § 21:16 συγγενων και φιλων και αδελφων f35 [75%] CP,HF,RP,OC ¦ ~ 54123 ℵB(D) [23%] TR,NU ¦ 54 συγγενεων 23 A,W ¦ at least eight further variants [2%] * 21:17 υπο παντων δια το ονομα μου rell ¦ ~ 345612 [20%] 21:20 την f35 A [99.5%] CP,HF,RP,TR,OC ¦ — ℵB(D)W [0.5%] NU 21:22 πληρωθηναι f35 C [56%] CP,TR,OC ¦ πλησθηναι ℵA,B,D,N,W [44%] HF,RP,NU § 21:23 δε f35 ℵA,C,N,W [99%] CP,HF,RP,TR,OC ¦ — B,D [1%] NU * 21:23 γαρ rell ¦ 1 τοτε [2.5%] OC 21:23 εν f35 W [87%] CP,HF,RP,TR ¦ — ℵA,B,C,D,N [13%] OC,NU 21:24 μαχαιρας f35 ℵA,C,N [99%] CP,HF,RP,TR,OC ¦ μαχαιρης B [0.5%] NU ¦ μαχαιραις W ¦ ρομφαιας D [0.5%] § 21:24 παντα τα εθνη f35 A,C,D,N,W [99%] CP,HF,RP,TR,OC ¦ ~ 231 ℵB [1%] NU * 21:24 αχρι f35 A,W [93%] CP,HF,RP,TR,OC ¦ 1 ου ℵB,N [1.5%] NU ¦ αχρις ου C,D [4%] ¦ 1 ουν [1%] ¦ two other variants 21:25 εσται f35 A,C,N,W [99.8%] CP,HF,RP,TR,OC ¦ εσονται ℵB,D,NU 21:25 ηχουσης f35 D,W [93%] CP,HF,RP,TR,OC ¦ ηχους ℵA,B,C,N [7%] NU § 21:26 τη rell ¦ εν 1 CP * 21:30 προβαλλωσιν f35 [28%] ¦ προβαλωσιν ℵA,B,C,W [66%] CP,HF,RP,TR,OC,NU ¦ προσβαλωσιν [5%] ¦ προβαλουσιν N ¦ προβασωσιν D ¦ three other variants 21:30 ηδη rell ¦ — N [15%] 21:33 παρελευσεται f35 C,W [32%] ¦ παρελευσονται ℵA,B,D,N [68%] CP,HF,RP,TR,OC,NU § 21:33 παρελθωσιν f35 A,C,N [99%] CP,HF,RP,TR,OC ¦ παρελευσονται ℵB,D,T,W [1%] NU * 21:34 βαρηθωσιν f35 ℵA,B,C,T,W [75%] CP,HF,RP,OC,NU ¦ βαρυνθωσιν D [20%] TR ¦ βαρυθωσιν N [5%] 21:34 αιφνιδιος rell ¦ αιφνιδιως [18%] ¦ εφνιδιος ℵ ¦ εφνειδιον N ¦ ενιφνιος D ¦ one other variant 21:34 αιφνιδιος εφ υμας επιστη f35 C,W [95%] CP,HF,RP,TR,OC ¦ ~ 4231 (ℵ)B(D)T [1%] NU ¦ ~ 1423 A,N [3%] ¦ four other variants [1%] § 21:35 γαρ επελευσεται f35 A,C,N,W [97%] CP,HF,RP,TR,OC ¦ 1 ελευσεται [3%] ¦ ~ επεισελευσεται 1 (ℵB,D)NU * 21:36 ουν f35 A,C,N,W [99.8%] CP,HF,RP,TR,OC ¦ δε ℵB,D,NU 21:36 καταξιωθητε f35 A,C,D,N [98%] CP,HF,RP,TR,OC ¦ κατισχυσητε ℵT(W) [1.5%] NU ¦ κατισχυσηται B [0.2%] 21:36 παντα f35 ℵ [85%] CP,HF,RP,OC ¦ ταυτα 1 B,D [11%] TR,NU ¦ 1 ταυτα A,C,N,W [4%] ¦ two other variants