16
Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε. κατὰ μίανσαββάτου*ἕκαστος ὑμῶν παρʼ ἑαυτῷ τιθέτω θησαυρίζων τιἐὰνεὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται. ὅταν δὲ παραγένωμαι, οὓςἐὰνδοκιμάσητε διʼ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ· ἐὰν δὲἄξιον § τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι, πρὸς ὑμᾶς δὲ τυχὸνπαραμενῶ*καὶπαραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. οὐ θέλω γὰρὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζωγὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν κύριοςἐπιτρέψῃ§ ἐπιμενῶ*δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς· θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί. 10 Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡςκἀγώ 11 μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρόςμε ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. 12 Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ. 13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. 14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. 15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· 16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. 17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸὑμέτερον§ὑστέρημα οὗτοι ἀνεπλήρωσαν, 18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. 19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ⸀ἀσπάζεται*ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ ⸀Πρίσκασὺν τῇ κατʼ οἶκον αὐτῶν ἐκκλησίᾳ. 20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. 21  ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. 22 εἴ τις οὐ φιλεῖ τὸνκύριον ἤτω ἀνάθεμα. ⸂Μαράνα θά§. 23  χάρις τοῦ κυρίουἸησοῦ*μεθʼ ὑμῶν. 24  ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν ΧριστῷἸησοῦ ‘/book’
* 16:2 σαββάτου WH Treg NA28 ] σαββάτων RP 16:2 ἐὰν WH Treg NA28 ] ἂν RP 16:3 ἐὰν WH NA28 RP ] ἂν Treg § 16:4 ἄξιον ᾖ WH Treg NA28 ] ᾖ ἄξιον RP * 16:6 παραμενῶ Treg NA28 RP ] καταμενῶ WH 16:6 καὶ Treg NA28 RP ] – WH 16:7 γὰρ WH Treg NA28 ] δὲ RP § 16:7 ἐπιτρέψῃ WH Treg NA28 ] ἐπιτρέπῃ RP * 16:8 ἐπιμενῶ Treg NA28 RP ] ἐπιμένω WH 16:10 κἀγώ NA28 Treg RP ] ἐγώ WH 16:11 με WH NA28 RP ] ἐμέ Treg § 16:17 ὑμέτερον WH Treg NA28 ] ὑμῶν RP * 16:19 ἀσπάζεται WH NA28 ] ἀσπάζονται Treg RP 16:19 Πρίσκα WH Treg NA28 ] Πρίσκιλλα RP 16:22 κύριον WH Treg NA28 ] + Ἰησοῦν Χριστόν RP § 16:22 Μαράνα θά NA28 ] Μαρὰν ἀθά WH Treg RP * 16:23 Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP 16:24 Ἰησοῦ WH Treg NA28 ] + Ἀμήν RP