ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β
1
Παῦλος ἀπόστολοςΧριστοῦ Ἰησοῦ* διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. Εὐλογητὸς θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως, παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ. ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ παράκλησις ἡμῶν. εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· ⸂εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν, καὶ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρὑμῶν εἰδότες ὅτιὡς§κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως. Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ⸀ὑπὲρ*τῆς θλίψεως ἡμῶν τῆςγενομένηςἐν τῇ Ἀσίᾳ, ὅτι καθʼ ὑπερβολὴνὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφʼ ἑαυτοῖς ἀλλʼ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· 10 ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶῥύσεται§ εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, 11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν*τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρἡμῶν. 12  γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ⸀ἁγιότητικαὶ εἰλικρινείᾳτοῦθεοῦ, ⸀οὐκ§ἐν σοφίᾳ σαρκικῇ ἀλλʼ ἐν χάριτι θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς· 13 οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλʼ ἀναγινώσκετε καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲὅτι*ἕως τέλους ἐπιγνώσεσθε, 14 καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶνἐν τῇ ἡμέρᾳ τοῦ κυρίουἡμῶν Ἰησοῦ. 15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμηνπρότερον πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέρανχάριν§⸀σχῆτε* 16 καὶ διʼ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. 17 τοῦτο οὖνβουλόμενοςμήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα παρʼ ἐμοὶ τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ; 18 πιστὸς δὲ θεὸς ὅτι λόγος ἡμῶν πρὸς ὑμᾶς οὐκἔστινΝαὶ καὶ Οὔ. 19 τοῦ θεοῦ γὰρ§ υἱὸςἸησοῦς Χριστὸς* ἐν ὑμῖν διʼ ἡμῶν κηρυχθείς, διʼ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὒ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν· 20 ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ Ναί· ⸀διὸκαὶδιʼ αὐτοῦ τὸ Ἀμὴν τῷ θεῷ πρὸς δόξαν διʼ ἡμῶν. 21  δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός, 22  καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. 23 Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. 24 οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, τῇ γὰρ πίστει ἑστήκατε.
* 1:1 Χριστοῦ Ἰησοῦ WH Treg NA28 ] Ἰησοῦ Χριστοῦ RP 1:6 εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως WH NA28 ] – Treg RP 1:7 ὑμῶν WH NA28 ] + εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας Treg RP § 1:7 ὡς WH Treg NA28 ] ὥσπερ RP * 1:8 ὑπὲρ WH NA28 RP ] περὶ Treg 1:8 γενομένης WH Treg NA28 ] + ἡμῖν RP 1:8 ὑπὲρ δύναμιν ἐβαρήθημεν WH Treg NA28 ] ἐβαρήθημεν ὑπὲρ δύναμιν RP § 1:10 ῥύσεται WH Treg NA28 ] ῥύεται RP * 1:11 ἡμῶν WH Treg NA28 ] ὑμῶν RP 1:12 ἁγιότητι WH Treg NIV ] ἁπλότητι RP NA28 1:12 τοῦ WH Treg NA28 ] – RP § 1:12 οὐκ Treg NIV RP ] καὶ οὐκ WH NA28 * 1:13 ὅτι WH Treg NA28 ] + καὶ RP 1:14 ἡμῶν WH NA28 ] – Treg NIV RP 1:15 πρότερον πρὸς ὑμᾶς ἐλθεῖν WH Treg NA28 ] ἐλθεῖν πρὸς ὑμᾶς τὸ πρότερον RP § 1:15 χάριν Treg NA28 RP ] χαρὰν WH * 1:15 σχῆτε WH Treg NA28 ] ἔχῆτε RP 1:17 βουλόμενος WH Treg NA28 ] βουλευόμενος RP 1:18 ἔστιν WH Treg NA28 ] ἐγένετο RP § 1:19 τοῦ θεοῦ γὰρ WH Treg NA28 ] γὰρ τοῦ θεοῦ RP * 1:19 Ἰησοῦς Χριστὸς Treg NA28 RP ] Χριστὸς Ἰησοῦς WH 1:20 διὸ WH Treg NA28 ] – RP 1:20 διʼ αὐτοῦ WH Treg NA28 ] ἐν αὐτῷ RP