12
Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖςλαλεῖν* Ἀμπελῶναἄνθρωπος ἐφύτευσεν, καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸτῶν καρπῶν τοῦ ἀμπελῶνος· καὶ§λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν. καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· ⸀κἀκεῖνον*⸀ἐκεφαλίωσανκαὶ ⸀ἠτίμασαν καὶ§ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, ⸂οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες*. ἔτιἕνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν αὐτὸνἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. ἐκεῖνοι δὲ οἱ γεωργοὶπρὸς ἑαυτοὺς εἶπαν§ ὅτι Οὗτός ἐστιν κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται κληρονομία. καὶ λαβόντεςἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν* ἔξω τοῦ ἀμπελῶνος. τίποιήσει κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 11 παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. 14 καὶἐλθόντες λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλʼ ἐπʼ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστινδοῦναι κῆνσον Καίσαρι§ οὔ; δῶμεν μὴ δῶμεν; 15  δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· Τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω. 16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· Τίνος εἰκὼν αὕτη καὶ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ· Καίσαρος. 17  δὲ* Ἰησοῦς εἶπεναὐτοῖςΤὰ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ ⸀ἐξεθαύμαζον§ἐπʼ αὐτῷ.
18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶἐπηρώτων*αὐτὸν λέγοντες· 19 Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶμὴ ἀφῇ τέκνον, ἵνα λάβῃ ἀδελφὸς αὐτοῦ τὴνγυναῖκακαὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20 ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα· 21 καὶ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανενμὴ καταλιπὼν§ σπέρμα, καὶ τρίτος ὡσαύτως· 22 καὶοἱ ἑπτὰ* οὐκ ἀφῆκαν σπέρμα· ⸀ἔσχατονπάντωνκαὶ γυνὴ ἀπέθανεν. 23 ἐν τῇ ἀναστάσειὅταν ἀναστῶσιν§ τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
24 ἔφη αὐτοῖς Ἰησοῦς*· Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ; 25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται ἀλλʼ εἰσὶν ὡςἄγγελοιἐν τοῖς οὐρανοῖς· 26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτουπῶς§εἶπεν αὐτῷ θεὸς λέγων· Ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ * θεὸς Ἰακώβ; 27 οὐκ ἔστινθεὸςνεκρῶνἀλλὰζώντων· ⸀πολὺ§πλανᾶσθε.
28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ⸀ἰδὼν*ὅτι καλῶςἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν· Ποία ἐστὶνἐντολὴ πρώτη πάντων; 29 ἀπεκρίθη Ἰησοῦς§ ὅτι Πρώτηἐστίν* Ἄκουε, Ἰσραήλ, κύριος θεὸς ἡμῶν κύριος εἷς ἐστιν, 30 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅληςτῆςκαρδίας σουκαὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύοςσου. 31 δευτέρα§αὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. 32 καὶ*εἶπεν αὐτῷ γραμματεύς· Καλῶς, διδάσκαλε, ἐπʼ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅληςτῆςκαρδίας καὶ ἐξ ὅλης τῆςσυνέσεωςκαὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸνπερισσότερόν§ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. 34 καὶ Ἰησοῦς ἰδὼναὐτὸν*ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
35 Καὶ ἀποκριθεὶς Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ· Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι χριστὸς υἱὸςΔαυίδ ἐστιν; 36 αὐτὸςΔαυὶδ εἶπεν ἐντῷ πνεύματι τῷ§ ἁγίῳ· ⸀Εἶπεν*κύριοςτῷ κυρίῳ μου· ⸀Κάθουἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σουὑποκάτω§τῶν ποδῶν σου. 37 αὐτὸς*Δαυὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεναὐτοῦ ἐστιν υἱός; καὶ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
38 Καὶἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν· Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς 39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, 40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήμψονται περισσότερον κρίμα.
41 Καὶκαθίσας§κατέναντι*τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· 42 καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ἐστιν κοδράντης. 43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦεἶπεναὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι χήρα αὕτη πτωχὴ πλεῖον πάντωνἔβαλεντῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον· 44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.
* 12:1 λαλεῖν WH Treg NA28 ] λέγειν RP 12:1 ἄνθρωπος ἐφύτευσεν WH NA28 ] ἐφύτευσεν ἄνθρωπος Treg RP 12:2 τῶν καρπῶν WH Treg NA28 ] τοῦ καρποῦ RP § 12:3 καὶ WH Treg NA28 ] Οἱ δὲ RP * 12:4 κἀκεῖνον WH Treg NA28 ] + λιθοβολήσαντες RP 12:4 ἐκεφαλίωσαν WH NA28 ] ἐκεφαλαίωσαν Treg RP 12:4 ἠτίμασαν WH NA28 ] ἠτίμησαν Treg; ἀπέστειλαν ἠτιμωμένον RP § 12:5 καὶ WH Treg NA28 ] + πάλιν RP * 12:5 οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες WH Treg NA28 ] τοὺς μὲν δέροντες τοὺς δὲ ἀποκτένοντες RP 12:6 ἕνα … ἀπέστειλεν WH Treg NA28 ] οὖν ἕνα υἱὸν ἔχων ἀγαπητὸν αὐτοῦ, ἀπέστειλεν καὶ RP 12:6 ἔσχατον πρὸς αὐτοὺς WH Treg NA28 ] πρὸς αὐτοὺς ἔσχατον RP § 12:7 πρὸς ἑαυτοὺς εἶπαν WH Treg NA28 ] εἶπον πρὸς ἑαυτοὺς RP * 12:8 ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν WH Treg NA28 ] αὐτὸν ἀπέκτειναν καὶ ἐξέβαλον RP 12:9 τί WH ] + οὖν Treg NA28 RP 12:14 καὶ WH Treg NA28 ] Οἱ δὲ RP § 12:14 δοῦναι κῆνσον Καίσαρι WH Treg NA28 ] κῆνσον Καίσαρι δοῦναι RP * 12:17 ὁ δὲ WH Treg NA28 ] Καὶ ἀποκριθεὶς ὁ RP 12:17 αὐτοῖς Treg NA28 RP ] – WH 12:17 Τὰ Καίσαρος ἀπόδοτε WH Treg NA28 ] Ἀπόδοτε τὰ Καίσαρος RP § 12:17 ἐξεθαύμαζον WH NA28 ] ἐθαύμαζον Treg; ἐθαύμασαν RP * 12:18 ἐπηρώτων WH Treg NA28 ] ἐπηρώτησαν RP 12:19 μὴ ἀφῇ τέκνον WH NA28 ] τέκνα μὴ ἀφῇ Treg RP 12:19 γυναῖκα WH Treg NA28 ] + αὐτοῦ RP § 12:21 μὴ καταλιπὼν WH Treg NA28 ] καὶ οὐδὲ αὐτὸς ἀφῆκεν RP * 12:22 οἱ ἑπτὰ WH Treg NA28 ] ἔλαβον αὐτὴν οἱ ἑπτά καὶ RP 12:22 ἔσχατον WH Treg NA28 ] Ἐσχάτη RP 12:22 καὶ ἡ γυνὴ ἀπέθανεν WH Treg NA28 ] ἀπέθανεν καὶ ἡ γυνή RP § 12:23 ὅταν ἀναστῶσιν RP NA28 ] –WH Treg NIV * 12:24 ἔφη αὐτοῖς ὁ Ἰησοῦς WH Treg NA28 ] Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς RP 12:25 γαμίζονται WH Treg NA28 ] γαμίσκονται RP 12:25 ἄγγελοι WH NA28 ] + οἱ Treg RP § 12:26 πῶς WH Treg NA28 ] ὡς RP * 12:26 ὁ θεὸς … καὶ ὁ NA28 RP ] θεὸς … καὶ WH Treg 12:27 θεὸς WH Treg NA28 ] ὁ θεὸς NIV RP 12:27 ἀλλὰ WH Treg NA28 ] + θεὸς RP § 12:27 πολὺ WH NA28 ] ὑμεῖς οὖν πολὺ Treg RP * 12:28 ἰδὼν Treg NA28 ] εἰδὼς WH RP 12:28 ἀπεκρίθη αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἀπεκρίθη RP 12:28 ἐντολὴ πρώτη πάντων WH Treg NA28 ] πρώτη πάντων ἐντολή RP § 12:29 ἀπεκρίθη ὁ Ἰησοῦς WH NA28 ] + αὐτῷ Treg; Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ RP * 12:29 ἐστίν WH Treg NA28 ] πάντων τῶν ἐντολῶν RP 12:30 τῆς Treg NA28 RP ] – WH 12:30 σου WH NA28 ] + αὕτη πρώτη ἐντολή Treg RP § 12:31 δευτέρα WH NA28 ] + ὁμοία Treg; Καὶ δευτέρα ὁμοία RP * 12:32 καὶ Treg NA28 RP ] – WH 12:33 τῆς Treg NA28 RP ] – WH 12:33 συνέσεως WH NA28 ] + καὶ ἐξ ὅλης τῆς ψυχῆς Treg RP § 12:33 περισσότερόν WH Treg NA28 ] πλεῖόν RP * 12:34 αὐτὸν WH Treg RP NA28 ] – NIV 12:35 Δαυίδ ἐστιν WH Treg NA28 ] ἐστιν Δαυίδ RP 12:36 αὐτὸς WH NA28 ] + γὰρ Treg RP § 12:36 τῷ πνεύματι τῷ WH Treg NA28 ] πνεύματι RP * 12:36 Εἶπεν WH NA28 ] Λέγει Treg RP 12:36 κύριος WH Treg NA28 ] ὁ κύριος RP 12:36 Κάθου WH NA28 RP ] Κάθισον Treg § 12:36 ὑποκάτω WH NA28 ] ὑποπόδιον Treg RP * 12:37 αὐτὸς WH Treg NA28 ] + οὖν RP 12:37 αὐτοῦ ἐστιν υἱός WH Treg NA28 ] υἱὸς αὐτοῦ ἐστιν RP 12:38 ἐν … αὐτοῦ ἔλεγεν WH Treg NA28 ] ἔλεγεν αὐτοῖς ἐν … αὐτοῦ RP § 12:41 καθίσας WH Treg NA28 ] + ὁ Ἰησοῦς RP * 12:41 κατέναντι WH NA28 RP ] ἀπέναντι Treg 12:43 εἶπεν WH Treg NA28 ] λέγει RP 12:43 ἔβαλεν WH Treg NA28 ] βέβληκεν RP