11
Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶεὐθὺς*εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφʼ ὃν οὐδεὶςοὔπωἀνθρώπωνἐκάθισενλύσατε αὐτὸν καὶ φέρετε§. καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατεὅτι* κύριος αὐτοῦ χρείαν ἔχει· καὶεὐθὺςαὐτὸν ἀποστέλλειπάλινὧδε. καὶ ἀπῆλθον§ καὶ εὗρον πῶλον δεδεμένονπρὸς*θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πῶλον; οἱ δὲ εἶπαν αὐτοῖς καθὼςεἶπεν Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς. καὶφέρουσιντὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ⸀ἐπιβάλλουσιν§αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπʼαὐτόν* καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας ⸂κόψαντες ἐκ τῶν ἀγρῶν. καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντεςἔκραζον§ Ὡσαννά· Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου· 10 Εὐλογημένη ἐρχομένηβασιλεία*τοῦ πατρὸς ἡμῶν Δαυίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. 11 Καὶ εἰσῆλθεν εἰςἹεροσόλυμαεἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάνταὀψὲἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα. 12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν. 13 καὶ ἰδὼν συκῆνἀπὸ§μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρατι εὑρήσει* ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπʼ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, ⸂ γὰρ καιρὸς οὐκ ἦν σύκων. 14 καὶἀποκριθεὶςεἶπεν αὐτῇ· Μηκέτιεἰς τὸν αἰῶνα ἐκ σοῦ§ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ. 15 Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶεἰσελθὼν*εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺςπωλοῦντας καὶτοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν 16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ, 17 καὶ ἐδίδασκενκαὶ ἔλεγεναὐτοῖς§ Οὐ γέγραπται ὅτι οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ ⸀πεποιήκατε*αὐτὸν σπήλαιον λῃστῶν. 18 καὶ ἤκουσαν οἱἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ⸂πᾶς γὰρ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 19 Καὶὅταν§ὀψὲ ἐγένετο, ⸀ἐξεπορεύοντο*ἔξω τῆς πόλεως. 20 Καὶπαραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. 21 καὶ ἀναμνησθεὶς Πέτρος λέγει αὐτῷ· Ῥαββί, ἴδε συκῆ ἣν κατηράσω ἐξήρανται. 22 καὶ ἀποκριθεὶς Ἰησοῦς λέγει αὐτοῖς· Ἔχετε πίστιν θεοῦ· 23 ἀμὴνλέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ ⸀πιστεύῃ§ὅτι λαλεῖ γίνεται, ἔσται αὐτῷ*. 24 διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσαπροσεύχεσθε καὶ αἰτεῖσθε, πιστεύετε ὅτιἐλάβετε καὶ ἔσται ὑμῖν. 25 καὶ ὅτανστήκετε§προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ πατὴρ ὑμῶν* ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματαὑμῶν. 27 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι 28 καὶἔλεγοναὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ⸀τίς σοιἔδωκεν τὴν ἐξουσίαν ταύτην§ ἵνα ταῦτα ποιῇς; 29  δὲἸησοῦς*εἶπεν αὐτοῖς· Ἐπερωτήσωὑμᾶςἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 30 τὸβάπτισματὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. 31 καὶδιελογίζοντο§πρὸς ἑαυτοὺς λέγοντες· ⸂Τί εἴπωμεν;* ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τίοὖνοὐκ ἐπιστεύσατε αὐτῷ; 32 ἀλλὰ εἴπωμεν· Ἐξ ἀνθρώπων;— ἐφοβοῦντο τὸνὄχλον ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννηνὄντως ὅτι§ προφήτης ἦν. 33 καὶ ἀποκριθέντεςτῷ Ἰησοῦ λέγουσιν*· Οὐκ οἴδαμεν. καὶ Ἰησοῦςλέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
* 11:2 εὐθὺς WH Treg NA28 ] εὐθέως RP 11:2 οὔπω WH Treg NA28 ] – RP 11:2 ἐκάθισεν WH NA28 ] κεκάθικεν Treg RP § 11:2 λύσατε αὐτὸν καὶ φέρετε WH Treg NA28 ] λύσαντες αὐτὸν ἀγάγετε RP * 11:3 ὅτι RP ] – WH Treg NA28 11:3 εὐθὺς WH Treg NA28 ] εὐθέως RP 11:3 πάλιν WH Treg NA28 ] – RP § 11:4 καὶ ἀπῆλθον WH Treg NA28 ] Ἀπῆλθον δὲ RP * 11:4 πρὸς WH Treg NA28 ] + τὴν RP 11:6 εἶπεν WH Treg NA28 ] ἐνετείλατο RP 11:7 φέρουσιν WH Treg NA28 ] ἤγαγον RP § 11:7 ἐπιβάλλουσιν WH Treg NA28 ] ἐπέβαλον RP * 11:7 αὐτόν WH Treg NA28 ] αὐτῷ RP 11:8 καὶ πολλοὶ WH Treg NA28 ] Πολλοὶ δὲ RP 11:8 κόψαντες ἐκ τῶν ἀγρῶν WH Treg NA28 ] ἔκοπτον ἐκ τῶν δένδρων καὶ ἐστρώννυον εἰς τὴν ὁδόν RP § 11:9 ἔκραζον WH Treg NA28 ] + λέγοντες RP * 11:10 βασιλεία WH Treg NA28 ] + ἐν ὀνόματι κυρίου RP 11:11 Ἱεροσόλυμα WH Treg NA28 ] + ὁ Ἰησοῦς καὶ RP 11:11 ὀψὲ WH ] ὀψίας Treg NA28 RP § 11:13 ἀπὸ WH Treg NA28 ] – RP * 11:13 τι εὑρήσει WH Treg NA28 ] εὑρήσει τι RP 11:13 ὁ γὰρ καιρὸς οὐκ ἦν WH Treg NA28 ] οὐ γὰρ ἦν καιρὸς RP 11:14 ἀποκριθεὶς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP § 11:14 εἰς τὸν αἰῶνα ἐκ σοῦ WH Treg NA28 ] ἐκ σοῦ εἰς τὸν αἰῶνα RP * 11:15 εἰσελθὼν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP 11:15 τοὺς WH Treg NA28 ] – RP 11:17 καὶ ἔλεγεν WH Treg NA28 ] λέγων RP § 11:17 αὐτοῖς Treg NA28 RP ] – WH * 11:17 πεποιήκατε WH Treg NA28 ] ἐποιήσατε RP 11:18 ἀρχιερεῖς καὶ οἱ γραμματεῖς WH Treg NA28 ] γραμματεῖς καὶ οἱ ἀρχιερεῖς RP 11:18 πᾶς γὰρ WH Treg NA28 ] ὅτι πᾶς RP § 11:19 ὅταν WH Treg NA28 ] ὅτε RP * 11:19 ἐξεπορεύοντο WH Treg NA28 ] ἐξεπορεύετο RP 11:20 παραπορευόμενοι πρωῒ WH Treg NA28 ] πρωῒ παραπορευόμενοι RP 11:23 ἀμὴν WH NA28 ] + γὰρ Treg RP § 11:23 πιστεύῃ WH NA28 ] πιστεύσῃ Treg RP * 11:23 ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ WH Treg NA28 ] ἃ λέγει γίνεται ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ RP 11:24 προσεύχεσθε καὶ αἰτεῖσθε WH Treg NA28 ] ἄν προσευχόμενοιαἰτῆσθε RP 11:24 ἐλάβετε WH Treg NA28 ] λαμβάνετε RP § 11:25 στήκετε WH Treg NA28 ] στήκητε RP * 11:25 ὑμῶν WH Treg NA28 ] + 26 Εἰ δὲ ὑμεῖς οὖκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν RP 11:28 ἔλεγον WH Treg NA28 ] λέγουσιν RP 11:28 ἢ WH NA28 ] καὶ Treg RP § 11:28 ἔδωκεν τὴν … ταύτην WH Treg NA28 ] τὴν … ταύτην ἔδωκεν RP * 11:29 Ἰησοῦς WH Treg NA28 ] + ἀποκριθεὶς RP 11:29 ὑμᾶς WH Treg NA28 ] + καὶ ἐγὼ RP 11:30 τὸ WH Treg NA28 ] – RP § 11:31 διελογίζοντο WH Treg NA28 ] ἐλογίζοντο RP * 11:31 Τί εἴπωμεν; Holmes ] – WH Treg NA28 RP 11:31 οὖν WH NA28 RP ] – Treg 11:32 ὄχλον WH NA28 ] λαόν Treg RP § 11:32 ὄντως ὅτι WH Treg NA28 ] ὅτι ὄντως RP * 11:33 τῷ Ἰησοῦ λέγουσιν WH Treg NA28 ] λέγουσιν τῷ Ἰησοῦ RP 11:33 Ἰησοῦς WH Treg NA28 ] + ἀποκριθεὶς RP