6
Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶἔρχεται*εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. καὶ γενομένου σαββάτου ἤρξατοδιδάσκειν ἐν τῇ συναγωγῇ· καὶοἱπολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· Πόθεν τούτῳ§ταῦτα, καὶ τίς σοφία δοθεῖσατούτῳ, καὶαἱ*δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ ⸀γινόμεναι οὐχ οὗτός ἐστιν τέκτων, υἱὸςτῆςΜαρίαςκαὶ ἀδελφὸς§ Ἰακώβου καὶ ⸀Ἰωσῆτος*καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. καὶ ἔλεγεν αὐτοῖς Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς ⸂συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ οὐκ ἐδύνατο ἐκεῖποιῆσαι οὐδεμίαν δύναμιν§, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν· καὶἐθαύμαζεν*διὰ τὴν ἀπιστίαν αὐτῶν.
Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων. καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων, καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴἄρτον, μὴ πήραν⸃, μὴ εἰς τὴν ζώνην χαλκόν, ἀλλὰ ὑποδεδεμένους σανδάλια, καὶ μὴἐνδύσησθεδύο χιτῶνας. 10 καὶ ἔλεγεν αὐτοῖς· Ὅπουἐὰν§εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. 11 καὶὃς ἂν τόπος μὴ δέξηται* ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριοναὐτοῖς 12 Καὶ ἐξελθόντεςἐκήρυξανἵνα ⸀μετανοῶσιν§ 13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
14 Καὶ ἤκουσεν βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶἔλεγον*ὅτι Ἰωάννης βαπτίζωνἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ· 15 ἄλλοιδὲἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτιπροφήτης§ὡς εἷς τῶν προφητῶν. 16 ἀκούσας δὲ*Ἡρῴδηςἔλεγεν Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτοςἠγέρθη
17 Αὐτὸς γὰρ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν· 18 ἔλεγεν γὰρ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. 19  δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· 20  γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ⸀ἠπόρει§ καὶ ἡδέως αὐτοῦ ἤκουεν. 21 Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνονἐποίησεν*τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, 22 καὶ εἰσελθούσης τῆς θυγατρὸςαὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένηςκαὶ ἀρεσάσης τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, ⸂εἶπεν βασιλεὺς§ τῷ κορασίῳ· Αἴτησόν με ἐὰν θέλῃς, καὶ δώσω σοι· 23 καὶ ὤμοσεναὐτῇ* τι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου. 24 καὶἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς· Τί ⸀αἰτήσωμαι§ δὲ εἶπεν· Τὴν κεφαλὴν Ἰωάννου τοῦ ⸀βαπτίζοντος* 25 καὶ εἰσελθοῦσαεὐθὺςμετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· Θέλω ἵναἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 26 καὶ περίλυπος γενόμενος βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺςἀνακειμένους§οὐκ ἠθέλησενἀθετῆσαι αὐτήν*· 27 καὶεὐθὺςἀποστείλας βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ⸀ἐνέγκαιτὴν κεφαλὴν αὐτοῦ. ⸀καὶ§ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ 28 καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷπάντα*ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 31 καὶλέγειαὐτοῖς· Δεῦτε ὑμεῖς αὐτοὶ κατʼ ἰδίαν εἰς ἔρημον τόπον καὶ ⸀ἀναπαύσασθεὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. 32 καὶ ἀπῆλθονἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον§ κατʼ ἰδίαν. 33 καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶἐπέγνωσαν*πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθοναὐτούς 34 καὶ ἐξελθὼνεἶδενπολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπʼαὐτοὺς§ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. 35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦἔλεγον*ὅτι Ἔρημός ἐστιν τόπος, καὶ ἤδη ὥρα πολλή· 36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖςτί φάγωσιν. 37  δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ ⸀δώσομεναὐτοῖς φαγεῖν; 38  δὲ λέγει αὐτοῖς· Πόσουςἔχετε ἄρτους§; ⸀ὑπάγετε*ἴδετε. καὶ γνόντες λέγουσιν· Πέντε, καὶ δύο ἰχθύας. 39 καὶ ἐπέταξεν αὐτοῖςἀνακλῖναιπάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40 καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶκατὰἑκατὸν καὶκατὰ§πεντήκοντα. 41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖςαὐτοῦ*ἵνα ⸀παρατιθῶσιναὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. 42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· 43 καὶ ἦρανκλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων. 44 καὶ ἦσαν οἱ φαγόντεςτοὺς ἄρτους§ πεντακισχίλιοι ἄνδρες.
45 Καὶεὐθὺς*ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγεινεἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ⸀ἀπολύειτὸν ὄχλον. 46 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
47 Καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. 48 καὶἰδὼν§αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ἄνεμος ἐναντίοςαὐτοῖς* περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς. 49 οἱ δὲ ἰδόντες αὐτὸνἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξανὅτι φάντασμά ἐστιν καὶ ἀνέκραξαν, 50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. ⸂ δὲ εὐθὺς§ ἐλάλησεν μετʼ αὐτῶν, καὶ λέγει αὐτοῖς· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. 51 καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ἄνεμος. καὶ λίανἐκ περισσοῦ* ἐν ἑαυτοῖςἐξίσταντο 52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ⸂ἀλλʼ ἦν αὐτῶν καρδία πεπωρωμένη.
53 Καὶ διαπεράσαντεςἐπὶ τὴν γῆν ἦλθον εἰς§ Γεννησαρὲτ καὶ προσωρμίσθησαν. 54 καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίουεὐθὺς*ἐπιγνόντες αὐτὸν 55 ⸂περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουονὅτιἐστίν. 56 καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας εἰς πόλεις εἰς§ ἀγροὺς ἐν ταῖς ἀγοραῖς ⸀ἐτίθεσαν*τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂνἥψαντοαὐτοῦ ἐσῴζοντο.
* 6:1 ἔρχεται WH Treg NA28 ] ἦλθεν RP 6:2 διδάσκειν ἐν τῇ συναγωγῇ WH Treg NA28 ] ἐν τῇ συναγωγῇ διδάσκειν RP 6:2 οἱ WH ] – Treg NA28 RP § 6:2 τούτῳ WH Treg NA28 ] αὐτῷ RP * 6:2 αἱ WH NA28 ] – Treg RP 6:2 γινόμεναι WH Treg NA28 ] γίνονται RP 6:3 τῆς WH Treg NA28 ] – RP § 6:3 καὶ ἀδελφὸς WH Treg NA28 ] ἀδελφὸς δὲ RP * 6:3 Ἰωσῆτος WH Treg NA28 ] Ἰωσῆ RP 6:4 καὶ ἔλεγεν WH Treg NA28 ] Ἔλεγεν δὲ RP 6:4 συγγενεῦσιν αὐτοῦ WH Treg NA28 ] συγγενέσιν RP § 6:5 ποιῆσαι οὐδεμίαν δύναμιν WH Treg NA28 ] οὐδεμίαν δύναμιν ποιῆσαι RP * 6:6 ἐθαύμαζεν Treg NA28 RP ] ἐθαύμασεν WH 6:8 ἄρτον μὴ πήραν WH Treg NA28 ] πήραν μὴ ἄρτον RP 6:9 ἐνδύσησθε Treg NA28 RP ] ἐνδύσασθαι WH § 6:10 ἐὰν WH NA28 RP ] ἂν Treg * 6:11 ὃς ἂν τόπος μὴ δέξηται WH Treg NA28 ] ὅσοι ἂν μὴ δέξωνται RP 6:11 αὐτοῖς WH Treg NA28 ] + Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. RP 6:12 ἐκήρυξαν WH Treg NA28 ] ἐκήρυσσον RP § 6:12 μετανοῶσιν WH Treg NA28 ] μετανοήσωσιν RP * 6:14 ἔλεγον WH NA28 ] ἔλεγεν Treg RP 6:14 ἐγήγερται ἐκ νεκρῶν WH Treg NA28 ] ἐκ νεκρῶν ἠγέρθη RP 6:15 δὲ WH Treg NA28 ] – RP § 6:15 προφήτης WH Treg NA28 ] + ἐστίν RP * 6:16 ὁ WH Treg NA28 ] – RP 6:16 ἔλεγεν WH Treg NA28 ] εἶπεν ὅτι RP 6:16 ἠγέρθη WH NA28 ] ἠγέρθη ἐκ νεκρῶν Treg; ἐκ νεκρῶν ἠγέρθη NIV; ἐστιν αὐτὸς ἠγέρθη ἐκ νεκρῶν RP § 6:20 ἠπόρει WH NA28 ] ἐποίει Treg RP * 6:21 ἐποίησεν WH Treg NA28 ] ἐποίει RP 6:22 αὐτῆς τῆς Treg RP ] αὐτοῦ WH NA28 6:22 καὶ ἀρεσάσης RP ] ἤρεσεν WH Treg NA28 § 6:22 εἶπεν ὁ βασιλεὺς NA28 RP ] ὁ δὲ βασιλεὺς εἶπεν WH Treg * 6:23 αὐτῇ WH Treg NIV RP ] + πολλά NA28 6:23 Ὅ τι NA28 ] Ὅτι WH; ὅτι Ὃ Treg RP 6:24 καὶ WH Treg NA28 ] Ἡ δὲ RP § 6:24 αἰτήσωμαι WH Treg NA28 ] αἰτήσομαι RP * 6:24 βαπτίζοντος WH Treg NA28 ] βαπτιστοῦ RP 6:25 εὐθὺς WH Treg NA28 ] εὐθέως RP 6:25 ἐξαυτῆς δῷς μοι WH Treg NA28 ] μοι δῷς ἐξαυτῆς RP § 6:26 ἀνακειμένους WH Treg NA28 ] συνανακειμένους RP * 6:26 ἀθετῆσαι αὐτήν WH Treg NA28 ] αὐτὴν ἀθετῆσαι RP 6:27 εὐθὺς WH Treg NA28 ] εὐθέως RP 6:27 ἐνέγκαι WH Treg NA28 ] ἐνεχθῆναι RP § 6:27 καὶ WH Treg NA28 ] Ὁ δὲ RP * 6:30 πάντα WH Treg NA28 ] + καὶ RP 6:31 λέγει WH Treg NA28 ] εἶπεν RP 6:31 ἀναπαύσασθε WH Treg NA28 ] ἀναπαύεσθε RP § 6:32 ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον WH NA28 ] εἰς ἔρημον τόπον τῷ πλοίῳ Treg RP * 6:33 ἐπέγνωσαν NA28 ] + αὐτὸν RP; ἔγνωσαν WH Treg 6:33 αὐτούς WH Treg NA28 ] + καὶ συνῆλθον πρὸς αὐτόν RP 6:34 εἶδεν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP § 6:34 αὐτοὺς WH Treg NA28 ] αὐτοῖς RP * 6:35 ἔλεγον WH Treg NA28 ] λέγουσιν RP 6:36 τί φάγωσιν WH Treg NA28 ] ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν RP 6:37 δώσομεν WH Treg NA28 ] δῶμεν RP § 6:38 ἔχετε ἄρτους WH ] ἄρτους ἔχετε Treg NA28 RP * 6:38 ὑπάγετε WH Treg NA28 ] + καὶ RP 6:39 ἀνακλῖναι Treg NA28 RP ] ἀνακλιθῆναι WH 6:40 ⸀κατὰ WH Treg NA28 ] ἀνὰ RP § 6:40 ⸁κατὰ WH Treg NA28 ] ἀνὰ RP * 6:41 αὐτοῦ NA28 RP ] – WH Treg 6:41 παρατιθῶσιν WH NA28 ] παραθῶσιν Treg RP 6:43 κλάσματα δώδεκα κοφίνων πληρώματα WH NA28 ]  κλασμάτων δώδεκα κοφίνους πληρώματα Treg; κλασμάτων δώδεκα κοφίνους πλήρεις RP § 6:44 τοὺς ἄρτους WH Treg RP NA28 ] – NIV * 6:45 εὐθὺς WH Treg NA28 ] εὐθέως RP 6:45 εἰς τὸ πέραν WH Treg RP NA28 ] – NIV 6:45 ἀπολύει WH Treg NA28 ] ἀπολύσῃ RP § 6:48 ἰδὼν WH Treg NA28 ] εἶδεν RP * 6:48 αὐτοῖς WH Treg NA28 ] + καὶ RP 6:49 ἐπὶ τῆς θαλάσσης περιπατοῦντα WH NA28 ] περιπατοῦντα ἐπὶ τῆς θαλάσσης Treg RP 6:49 ὅτι φάντασμά ἐστιν WH NA28 ] φάντασμα εἶναι Treg RP § 6:50 ὁ δὲ εὐθὺς WH NA28 ] καὶ εὐθὺς Treg; Καὶ εὐθέως RP * 6:51 ἐκ περισσοῦ Treg NA28 RP ] – WH 6:51 ἐξίσταντο WH Treg NA28 ] + καὶ ἐθαύμαζον RP 6:52 ἀλλʼ ἦν WH Treg NA28 ] ἦν γὰρ RP § 6:53 ἐπὶ τὴν γῆν ἦλθον εἰς WH NA28 ] ἦλθον ἐπὶ τὴν γῆν Treg RP * 6:54 εὐθὺς WH Treg NA28 ] εὐθέως RP 6:55 περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ WH Treg NA28 ] περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην RP 6:55 ὅτι WH NA28 ] + ἐκεῖ Treg RP § 6:56 εἰς πόλεις ἢ εἰς WH Treg NA28 ] πόλεις ἢ RP * 6:56 ἐτίθεσαν WH Treg NA28 ] ἐτίθουν RP 6:56 ἥψαντο WH Treg NA28 ] ἥπτοντο RP