7
Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦὅτι κοιναῖς χερσίν, τοῦτʼ ἔστιν ἀνίπτοις, ἐσθίουσιν*τοὺςἄρτους οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, καὶ ἀπʼἀγορᾶς§ἐὰν μὴβαπτίσωνται*οὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίωνκαὶ κλινῶν καὶἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· Διὰ τίοὐ περιπατοῦσιν οἱ μαθηταί σου§ κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰκοιναῖς*χερσὶν ἐσθίουσιν τὸν ἄρτον; δὲεἶπεναὐτοῖς Καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπταιὅτι§Οὗτος λαὸς τοῖς χείλεσίν με τιμᾷ, δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων· ἀφέντες*τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶνἀνθρώπων
Καὶ ἔλεγεν αὐτοῖς· Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶντηρήσητε 10 Μωϋσῆς γὰρ εἶπεν· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καί· κακολογῶν πατέρα μητέρα θανάτῳ τελευτάτω· 11 ὑμεῖς δὲ λέγετε· Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ τῇ μητρί· Κορβᾶν, ἐστιν Δῶρον, ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, 12 οὐκέτι§ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷπατρὶ* τῇμητρί 13 ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
14 Καὶ προσκαλεσάμενοςπάλιντὸν ὄχλον ἔλεγεν αὐτοῖς· ⸀Ἀκούσατέ§μου πάντες καὶ ⸀σύνετε* 15 οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν δύναταικοινῶσαι αὐτόν· ἀλλὰ τὰἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινοῦντα τὸνἄνθρωπον§
17 Καὶ ὅτε εἰσῆλθενεἰς*οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦτὴν παραβολήν. 18 καὶ λέγει αὐτοῖς· Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλʼ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται;— ⸀καθαρίζωνπάντα τὰ βρώματα. 20 ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον· 21 ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, ⸂πορνεῖαι, κλοπαί, φόνοι,§ 22 μοιχεῖαι⸃, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· 23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.
24 Ἐκεῖθεν δὲ* ἀναστὰς ἀπῆλθεν εἰς τὰὅριαΤύρου καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν· 25 ἀλλʼ εὐθὺς ἀκούσασα§ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· 26  δὲ γυνὴ ἦν* Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27 καὶ ἔλεγεν αὐτῇ· Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γὰρκαλόν ἐστιν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶτοῖς κυναρίοις βαλεῖν§. 28  δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ· ⸀Κύριε*καὶτὰ κυνάρια ὑποκάτω τῆς τραπέζηςἐσθίουσινἀπὸ τῶν ψιχίων τῶν παιδίων. 29 καὶ εἶπεν αὐτῇ· Διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθενἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον§. 30 καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸπαιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός*.
31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρουἦλθεν διὰ Σιδῶνος εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32 καὶφέρουσιν αὐτῷ κωφὸνκαὶμογιλάλον§ καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33 καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατʼ ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ· Εφφαθα, ἐστιν Διανοίχθητι· 35 καὶ*⸀ἠνοίγησαναὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς· 36 καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶλέγωσιν ὅσον δὲαὐτοῖς διεστέλλετο, αὐτοὶμᾶλλον περισσότερον ἐκήρυσσον.§ 37 καὶ*ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· Καλῶς πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούεινκαὶ ἀλάλους λαλεῖν.
* 7:2 ὅτι κοιναῖς … ἀνίπτοις, ἐσθίουσιν WH Treg NA28 ] κοιναῖς … ἀνίπτοις ἐσθίοντας RP 7:2 τοὺς WH Treg NA28 ] – RP 7:2 ἄρτους WH Treg NA28 ] + ἐμέμψαντο RP § 7:4 ἀγορᾶς WH Treg RP NA28 ] + ὅταν ἔλθωσιν NIV * 7:4 βαπτίσωνται Treg NA28 RP ] ῥαντίσωνται WH 7:4 καὶ κλινῶν Treg RP NA28 ] – WH NIV 7:5 καὶ WH Treg NA28 ] Ἔπειτα RP § 7:5 οὐ περιπατοῦσιν οἱ μαθηταί σου WH Treg NA28 ] οἱ μαθηταί σου οὐ περιπατοῦσιν RP * 7:5 κοιναῖς WH Treg NA28 ] ἀνίπτοις RP 7:6 δὲ WH Treg NA28 ] + ἀποκριθεὶς RP 7:6 αὐτοῖς WH NA28 ] ὅτι Treg RP § 7:6 ὅτι WH NA28 ] – Treg RP * 7:8 ἀφέντες WH Treg NA28 ] + γὰρ RP 7:8 ἀνθρώπων WH NA28 ] + βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε Treg RP 7:9 τηρήσητε WH Treg NIV RP ] στήσητε WHmarg NA28 § 7:12 οὐκέτι WH Treg NA28 ] καὶ οὐκέτι RP * 7:12 πατρὶ WH Treg NA28 ] + αὐτοῦ RP 7:12 μητρί WH Treg NA28 ] + αὐτοῦ RP 7:14 πάλιν WH Treg NA28 ] πάντα RP § 7:14 Ἀκούσατέ WH Treg NA28 ] Ἀκούετέ RP * 7:14 σύνετε WH Treg NA28 ] συνίετε RP 7:15 κοινῶσαι αὐτόν WH NA28 ] αὐτὸν κοινῶσαι Treg RP 7:15 ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά WH NA28 ] + ἐκεῖνά Treg; ἐκπορευόμενα ἀπʼ αὐτοῦ ἐκεῖνά RP § 7:15 ἄνθρωπον WH NA28 ] + 16 Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω Treg RP * 7:17 εἰς WH Treg RP NA28 ] + τὸν NIV 7:17 τὴν παραβολήν WH Treg NA28 ] περὶ τῆς παραβολῆς RP 7:19 καθαρίζων WH Treg NA28 ] καθαρίζον RP § 7:21 21–22 πορνεῖαι κλοπαί φόνοι μοιχεῖαι WH Treg NA28 ] μοιχεῖαι πορνεῖαι φόνοι κλοπαί RP * 7:24 Ἐκεῖθεν δὲ WH NA28 ] Καὶ ἐκεῖθεν Treg RP 7:24 ὅρια WH Treg NA28 ] μεθόρια RP 7:24 Τύρου NA28 ] + καὶ Σιδῶνος WH Treg RP § 7:25 ἀλλʼ εὐθὺς ἀκούσασα WH Treg NA28 ] Ἀκούσασα γὰρ RP * 7:26 ἡ δὲ γυνὴ ἦν WH NA28 ] ἡ γυνὴ δὲ ἦν Treg; ἦν δὲ ἡ γυνὴ RP 7:27 καὶ ἔλεγεν WH Treg NA28 ] Ὁ δὲ Ἰησοῦς εἶπεν RP 7:27 καλόν ἐστιν RP ] ἐστιν καλὸν WH Treg NA28 § 7:27 τοῖς κυναρίοις βαλεῖν WH Treg NA28 ] βαλεῖν τοῖς κυναρίοις RP * 7:28 Κύριε NA28 ] Ναί κύριε WH Treg NIV RP 7:28 καὶ WH Treg NA28 ] + γὰρ NIV RP 7:28 ἐσθίουσιν WH Treg NA28 ] ἐσθίει RP § 7:29 ἐκ … σου τὸ δαιμόνιον WH NA28 ] τὸ δαιμόνιον ἐκ … σου Treg RP * 7:30 παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός WH Treg NA28 ] δαιμόνιον ἐξεληλυθός καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης RP 7:31 ἦλθεν διὰ Σιδῶνος εἰς WH Treg NA28 ] καὶ Σιδῶνος ἦλθεν πρὸς RP 7:32 καὶ WH Treg NA28 ] – RP § 7:32 μογιλάλον WH NA28 ] μογγιλάλον Treg RP * 7:35 καὶ WH Treg ] + εὐθέως NA28 RP 7:35 ἠνοίγησαν WH Treg NA28 ] διηνοίχθησαν RP 7:36 λέγωσιν WH Treg NA28 ] εἴπωσιν RP § 7:36 αὐτοῖς διεστέλλετο αὐτοὶ WH Treg NA28 ] αὐτὸς αὐτοῖς διεστέλλετο RP * 7:37 καὶ WH Treg ] + τοὺς NA28 RP