16
Κατήντησεν δὲ *εἰς Δέρβην καὶ Λύστραν·⸃ καὶ ἰδού, μαθητής τις ἦν ἐκεῖ, ὀνόματι Τιμόθεος, υἱὸς γυναικός *τινοςἸουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος· ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν. Τοῦτον ἠθέλησεν Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτόν, διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαντες *τὸν πατέρα αὐτοῦ, ὅτι Ἕλληνὑπῆρχεν. Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ *τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρωντῶν ἐν Ἱερουσαλήμ. Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθἡμέραν.
*Διελθόντεςδὲ *2τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν,⸃ κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, ἐλθόντες *κατὰ τὴν Μυσίαν ἐπείραζον *κατὰτὴν Βιθυνίαν *2πορεύεσθαι·⸃ καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα· *2 παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα. Καὶ ὅραμα διὰ *τῆςνυκτὸς *ὤφθη τῷ Παύλῳ·⸊ ἀνήρ *2τις ἦν Μακεδὼνἑστώς, *παρακαλῶν αὐτὸν καὶ λέγων,⸃ Διαβὰς εἰς *Μακεδονίαν, βοήθησον ἡμῖν. 10 Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς *τὴνΜακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς * κύριοςεὐαγγελίσασθαι αὐτούς.
11 Ἀναχθέντες *οὖνἀπὸ *τῆςΤρῳάδος, εὐθυδρομήσαμεν εἰς *Σαμοθρᾴκην, τῇ *2τεἐπιούσῃ εἰς Νεάπολιν, 12  *ἐκεῖθέν τεεἰς Φιλίππους, ἥτις ἐστὶν *2πρώτη τῆς μερίδος*τῆςΜακεδονίας πόλις, κολωνεία· ἦμεν δὲ ἐν *3αὐτῇτῇ πόλει διατρίβοντες ἡμέρας τινάς. 13 Τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς *πόλεωςπαρὰ ποταμόν, οὗ *2ἐνομίζετο προσευχὴεἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν. 14 Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν θεόν, ἤκουεν· ἧς κύριος διήνοιξεν τὴν καρδίαν, προσέχειν τοῖς λαλουμένοις ὑπὸ *τοῦΠαύλου. 15 Ὡς δὲ ἐβαπτίσθη, *καὶ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα, Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου, *μείνατε.⸃ Καὶ παρεβιάσατο ἡμᾶς.
16 Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς *προσευχήν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμα *Πύθωνος*2ἀπαντῆσαιἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς, μαντευομένη. 17 Αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ *ἡμῖν,⸃ ἔκραζεν λέγουσα, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν *2ἡμῖνὁδὸν σωτηρίας. 18 Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. Διαπονηθεὶς δὲ *Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι εἶπεν, Παραγγέλλω σοι ἐν *2τῷὀνόματι Ἰησοῦ χριστοῦ, ἐξελθεῖν ἀπαὐτῆς. Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, 20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον, Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες, 21 καὶ καταγγέλλουσιν ἔθη οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν, Ῥωμαίοις οὖσιν. 22 Καὶ συνεπέστη ὄχλος καταὐτῶν, καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν. 23 Πολλάς *τεἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· 24 ὅς, παραγγελίαν τοιαύτην *εἰληφώς,⸃ ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακήν, καὶ τοὺς πόδας *αὐτῶν ἠσφαλίσατοεἰς τὸ ξύλον. 25 Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι· 26 ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἀνεῴχθησάν *τεπαραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. 27 Ἔξυπνος δὲ γενόμενος δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος *μάχαιραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. 28 Ἐφώνησεν δὲ *φωνῇ μεγάλῃ Παῦλοςλέγων, Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. 29 Αἰτήσας δὲ φῶτα εἰσεπήδησεν, καὶ ἔντρομος γενόμενος προσέπεσεν *τῷ Παύλῳ καὶ τῷ Σίλᾳ,⸃ 30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; 31 Οἱ δὲ εἶπον, Πίστευσον ἐπὶ *τὸν κύριον Ἰησοῦν χριστόν,⸃ καὶ σωθήσῃ σὺ καὶ οἶκός σου. 32 Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον *τοῦ κυρίου,⸃ *2καὶπᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. 33 Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ *πάντεςπαραχρῆμα. 34 Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον *αὐτοῦπαρέθηκεν τράπεζαν, καὶ *ἠγαλλιᾶτοπανοικὶ πεπιστευκὼς τῷ θεῷ.
35 Ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. 36 Ἀπήγγειλεν δὲ δεσμοφύλαξ τοὺς λόγους *τούτουςπρὸς τὸν Παῦλον ὅτι Ἀπεστάλκασιν οἱ στρατηγοί, ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. 37  δὲ Παῦλος ἔφη πρὸς αὐτούς, Δείραντες ἡμᾶς δημοσίᾳ, ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλον εἰς φυλακήν, καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; Οὐ γάρ· ἀλλὰ ἐλθόντες αὐτοὶ *ἐξαγαγέτωσαν. 38  *Ἀνήγγειλανδὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· *2καὶ ἐφοβήθησανἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν, 39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων *ἐξελθεῖν τῆς πόλεως. 40 Ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆςεἰσῆλθον *πρὸςτὴν Λυδίαν· καὶ *2ἰδόντες τοὺς ἀδελφούς, παρεκάλεσαν αὐτούς,⸃ καὶ ἐξῆλθον.
* 16:1 ⸂ εἰς Δέρβην καὶ Λύστραν RP f 35 TR ¦ καὶ εἰς Δέρβην καὶ εἰς Λύστραν TNT2 WH NA NIV SBL * 16:1 ⸋ τινος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:3 ⸂ τὸν πατέρα αὐτοῦ, ὅτι Ἕλλην RP f 35 TR ¦ ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ TNT2 WH NA NIV SBL * 16:4 ⸂ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων RP f 35 TR ¦ τῶν ἀποστόλων καὶ πρεσβυτέρων TNT2 WH NA NIV SBL * 16:6 ⸂ Διελθόντες RP f 35 TR ¦ Διῆλθον TNT2 WH NA NIV SBL * 16:6 ⸂2 τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν RP f 35 TR ¦ τὴν Φρυγίαν καὶ Γαλατικὴν χώραν TNT2 WH NA NIV SBL * 16:7 ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 16:7 ⸂ κατὰ RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL * 16:7 ⸂2 πορεύεσθαι RP f 35 TR ¦ πορευθῆναι TNT2 WH NA NIV SBL * 16:7 ⸆2 – RP f 35 TR ¦ Ἰησοῦ TNT2 WH NA NIV SBL * 16:9 ⸋ τῆς RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL * 16:9 ⸉ ὤφθη τῷ Παύλῳ RP f 35 TR ¦ τῷ Παύλῳ ὤφθη TNT2 WH NA NIV SBL * 16:9 ⸉2 τις ἦν Μακεδὼν RP f 35 TR ¦ Μακεδὼν τις ἦν TNT2 WH NA NIV SBL * 16:9 ⸂ παρακαλῶν αὐτὸν καὶ λέγων RP f 35 TR ¦ καὶ παρακαλῶν αὐτὸν καὶ λέγων TNT2 WH NA NIV SBL * 16:9 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τὴν f 35 * 16:10 ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:10 ⸂ ὁ κύριος RP f 35 TR ¦ ὁ θεὸς TNT2 WH NA NIV SBL * 16:11 ⸂ οὖν RP f 35 TR TNT2 WH SBL ¦ δὲ NA NIV * 16:11 ⸋ τῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:11 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τὴν f 35 * 16:11 ⸂2 τε RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 16:12 ⸂ ἐκεῖθέν τε RP f 35 TR ¦ κἀκεῖθεν TNT2 WH NA NIV SBL * 16:12 ⸂2 πρώτη τῆς μερίδος RP f 35 TR TNT2 WH NA25 NIV SBL ¦ πρώτης μερίδος NA27+28 * 16:12 ⸋ τῆς RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL * 16:12 ⸂3 αὐτῇ RP f 35 ¦ ταύτῃ TR TNT2 WH NA NIV SBL * 16:13 ⸂ πόλεως RP f 35 TR ¦ πύλης TNT2 WH NA NIV SBL * 16:13 ⸂2 ἐνομίζετο προσευχὴ RP f 35 TR ¦ ἐνομίζομεν προσευχὴν TNT2 WH NA NIV SBL * 16:14 ⸋ τοῦ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25 * 16:15 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ἀυτῇ f 35 * 16:15 ⸂ μείνατε RP f 35 TR ¦ μένετε TNT2 WH NA NIV SBL * 16:16 ⸆ – RP f 35 TR ¦ τὴν TNT2 WH NA NIV SBL * 16:16 ⸂ Πύθωνος RP f 35 TR ¦ Πύθωνα TNT2 WH NA NIV SBL * 16:16 ⸂2 ἀπαντῆσαι RP f 35 TR ¦ ὑπαντῆσαι TNT2 WH NA NIV SBL * 16:17 ⸂ ἡμῖν RP TR TNT2 WH NA NIV SBL ¦ τῷ Σίλᾳ f 35 * 16:17 ⸂2 ἡμῖν RP f 35 TR ¦ ὑμῖν TNT2 WH NA NIV SBL * 16:18 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:18 ⸋2 τῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:23 ⸂ τε RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ δὲ WH NA25 * 16:24 ⸂ εἰληφώς RP f 35 TR ¦ λαβὼν TNT2 WH NA NIV SBL * 16:24 ⸉ αὐτῶν ἠσφαλίσατο RP f 35 TR ¦ ἠσφαλίσατο αὐτῶν TNT2 WH NA NIV SBL * 16:26 ⸂ τε RP TR ¦ δὲ f 35 TNT2 WH NA NIV SBL * 16:27 ⸆ – RP f 35 TR ¦ τὴν TNT2 WH NA NIV SBL * 16:28 ⸂ φωνῇ μεγάλῃ ὁ Παῦλος RP f 35 TR SBL ¦ φωνῇ μεγάλῃ Παῦλος TNT2 ¦ Παῦλος μεγάλῃ φωνῇ WH NA25 ¦ μεγάλῃ φωνῇ ὁ Παῦλος NA27+28 NIV73 ¦ μεγάλῃ φωνῇ Παῦλος NIV11 * 16:29 ⸂ τῷ Παύλῳ καὶ τῷ Σίλᾳ RP f 35 TR NA27+28 NIV73 SBL ¦ τῷ Παύλῳ καὶ Σίλᾳ TNT2 WH NA25 NIV11 * 16:31 ⸂ τὸν κύριον Ἰησοῦν χριστόν RP f 35 TR ¦ τὸν κύριον Ἰησοῦν TNT2 WH NA NIV SBL * 16:32 ⸂ τοῦ κυρίου RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ τοῦ θεοῦ WH NA25 * 16:32 ⸂2 καὶ RP f 35 TR ¦ σὺν TNT2 WH NA NIV SBL * 16:33 ⸂ πάντες RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἅπαντες WH NA25 * 16:34 ⸋ αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 16:34 ⸂ ἠγαλλιᾶτο RP f 35 ¦ ἠγαλλιάσατο TR TNT2 WH NA NIV SBL * 16:36 ⸋ τούτους RP f 35 TR NA NIV SBL ¦ – TNT2 WH * 16:37 ⸆ – RP f 35 ¦ ἡμᾶς TR TNT2 WH NA NIV SBL * 16:38 ⸂ Ἀνήγγειλαν RP f 35 TR ¦ Ἀπήγγειλαν TNT2 WH NA NIV SBL * 16:38 ⸂2 καὶ ἐφοβήθησαν RP TR ¦ ἐφοβήθησαν δὲ f 35 TNT2 WH NA NIV SBL * 16:39 ⸂ ἐξελθεῖν τῆς πόλεως. Ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς RP TR ¦ ἐξελθεῖν τῆς πόλεως. Ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς f 35 ¦ ἀπελθεῖν ἀπὸ τῆς πόλεως. Ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς TNT2 ¦ ἀπελθεῖν ἀπὸ τῆς πόλεως. Ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς WH NA NIV SBL * 16:40 ⸂ πρὸς RP f 35 TNT2 WH NA NIV SBL ¦ εἰς TR * 16:40 ⸂2 ἰδόντες τοὺς ἀδελφούς, παρεκάλεσαν αὐτούς RP f 35 TR ¦ ἰδόντες, παρεκάλεσαν τοὺς ἀδελφοὺς TNT2 WH NA NIV SBL