17
Διοδεύσαντες δὲ *τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν,⸃ ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν *συναγωγὴ τῶν Ἰουδαίων· κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτούς, καὶ ἐπὶ σάββατα τρία *διελέξατοαὐτοῖς ἀπὸ τῶν γραφῶν, διανοίγων καὶ παρατιθέμενος, ὅτι Τὸν χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι Οὗτός ἐστιν * χριστὸς Ἰησοῦς,⸃ ὃν ἐγὼ καταγγέλλω ὑμῖν. Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν, καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων *πολὺ πλῆθος,⸊ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. *Προσλαβόμενοι δὲ οἱ Ἰουδαῖοι οἱ ἀπειθοῦντες,⸃ τῶν ἀγοραίων *τινὰς ἄνδραςπονηρούς, καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν· *2ἐπιστάντες τετῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς *3ἀγαγεῖνεἰς τὸν δῆμον. Μὴ εὑρόντες δὲ αὐτούς, ἔσυρον *τὸνἸάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν, οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσιν, βασιλέα *λέγοντες ἕτερονεἶναι, Ἰησοῦν. Ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα. Καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς.
10 Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ *τῆςνυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέροιαν· οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν *ἀπῄεσαν τῶν Ἰουδαίων.⸊ 11 Οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, *τὸκαθἡμέραν ἀνακρίνοντες τὰς γραφάς, εἰ ἔχοι ταῦτα οὕτως. 12 Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. 13 Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου λόγος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες *τοὺς ὄχλους. 14 Εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι *ὡςἐπὶ τὴν θάλασσαν· *2ὑπέμενον*3δὲ τε Σίλας καὶ Τιμόθεος ἐκεῖ. 15 Οἱ δὲ καθιστῶντες τὸν Παῦλον, ἤγαγον *αὐτὸνἕως Ἀθηνῶν· καὶ λαβόντες ἐντολὴν πρὸς *τὸν Σίλαν καὶ Τιμόθεον,⸃ ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτόν, ἐξῄεσαν.
16 Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, *θεωροῦντικατείδωλον οὖσαν τὴν πόλιν. 17 Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. 18 Τινὲς δὲ *καὶ τῶν Ἐπικουρείων καὶ τῶν Στοϊκῶνφιλοσόφων *2συνέβαλλοναὐτῷ. Καί τινες ἔλεγον, Τί ἂν θέλοι σπερμολόγος οὗτος λέγειν; Οἱ δέ, Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν *εὐηγγελίζετο. 19 Ἐπιλαβόμενοί *τεαὐτοῦ, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον λέγοντες, Δυνάμεθα γνῶναι, τίς καινὴ αὕτη ὑπὸ σοῦ λαλουμένη διδαχή; 20 Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι, *τί ἂν θέλοιταῦτα εἶναι 21 Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν, λέγειν τι *καὶἀκούειν *καινότερον. 22 Σταθεὶς δὲ *Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη,
Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. 23 Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ἐπεγέγραπτο, Ἀγνώστῳ θεῷ. *Ὃνοὖν ἀγνοοῦντες εὐσεβεῖτε, *2τοῦτονἐγὼ καταγγέλλω ὑμῖν. 24  θεὸς ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος, οὐρανοῦ καὶ γῆς *κύριος ὑπάρχων,⸊ οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, 25 οὐδὲ ὑπὸ χειρῶν *ἀνθρώπωνθεραπεύεται, προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσιν ζωὴν καὶ πνοὴν *2κατὰπάντα· 26 ἐποίησέν τε ἐξ ἑνὸς *αἵματοςπᾶν ἔθνος ἀνθρώπων, κατοικεῖν ἐπὶ *πᾶν τὸ πρόσωποντῆς γῆς, ὁρίσας *2προστεταγμένουςκαιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν· 27 ζητεῖν *τὸν κύριον,⸃ εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, *2καί γεοὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. 28 Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν· ὡς καί τινες τῶν καθὑμᾶς ποιητῶν εἰρήκασιν, Τοῦ γὰρ καὶ γένος ἐσμέν. 29 Γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἀργύρῳ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. 30 Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν θεός, τὰ νῦν *παραγγέλλειτοῖς ἀνθρώποις *2πᾶσινπανταχοῦ μετανοεῖν· 31  *διότιἔστησεν ἡμέραν, ἐν μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
32 Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον· οἱ δὲ εἶπον, Ἀκουσόμεθά σου *πάλιν περὶ τούτου.⸃ 33  *Καὶοὕτως Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. 34 Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ, ἐπίστευσαν· ἐν οἷς καὶ Διονύσιος Ἀρεοπαγίτης, καὶ γυνὴ ὀνόματι Δάμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς.
* 17:1 ⸂ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν RP f 35 TR ¦ τὴν Ἀμφίπολιν καὶ τὴν Ἀπολλωνίαν TNT2 WH NA NIV SBL * 17:1 ⸋ ἡ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:2 ⸂ διελέξατο RP TNT2 WH NA NIV SBL ¦ διελέγετο f 35 TR * 17:3 ⸂ ὁ χριστὸς Ἰησοῦς RP TR ¦ Ἰησοῦς, ὁ χριστὸς f 35 ¦ χριστὸς, Ἰησοῦς TNT2 ¦ ὁ χριστὸς, ὁ Ἰησοῦς WH NA NIV SBL * 17:4 ⸉ πολὺ πλῆθος RP TR ¦ πλῆθος πολὺ f 35 TNT2 WH NA NIV SBL * 17:5 ⸂ Προσλαβόμενοι δὲ οἱ Ἰουδαῖοι οἱ ἀπειθοῦντες RP f 35 ¦ Ζηλώσαντες δὲ οἱ ἀπειθοῦντες Ἰουδαῖοι, καὶ προσλαβόμενοι TR ¦ Ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι TNT2 WH NA NIV SBL * 17:5 ⸉ τινὰς ἄνδρας RP TR ¦ ἄνδρας τινὰς f 35 TNT2 WH NA NIV SBL * 17:5 ⸂2 ἐπιστάντες τε RP f 35 TR ¦ καὶ ἐπιστάντες TNT2 WH NA NIV SBL * 17:5 ⸂3 ἀγαγεῖν RP f 35 TR ¦ προαγαγεῖν TNT2 WH NA NIV SBL * 17:6 ⸋ τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:7 ⸉ λέγοντες ἕτερον RP TR ¦ ἕτερον λέγοντες f 35 TNT2 WH NA NIV SBL * 17:10 ⸋ τῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:10 ⸉ ἀπῄεσαν τῶν Ἰουδαίων RP f 35 ¦ τῶν Ἰουδαίων ἀπῄεσαν TR TNT2 WH NA NIV SBL * 17:11 ⸋ τὸ RP TR WH NA25 SBL ¦ – f 35 TNT2 NA27+28 NIV * 17:13 ⸆ – RP f 35 TR ¦ καὶ ταράσσοντες TNT2 WH NA NIV SBL * 17:14 ⸂ ὡς RP f 35 TR ¦ ἕως TNT2 WH NA NIV SBL * 17:14 ⸂2 ὑπέμενον RP f 35 TR ¦ ὑπέμεινάν TNT2 WH NA NIV SBL * 17:14 ⸂3 δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 17:15 ⸋ αὐτὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:15 ⸂ τὸν Σίλαν καὶ Τιμόθεον RP f 35 TR ¦ τὸν Σίλαν καὶ τὸν Τιμόθεον TNT2 WH NA NIV SBL * 17:16 ⸂ θεωροῦντι RP f 35 TR ¦ θεωροῦντος TNT2 WH NA NIV SBL * 17:18 ⸂ καὶ τῶν Ἐπικουρείων καὶ τῶν Στοϊκῶν RP ¦ καὶ τῶν Ἐπικουρείων καὶ τῶν Στωϊκῶν f 35 ¦ τῶν Ἐπικουρείων καὶ τῶν Στωϊκῶν TR ¦ καὶ τῶν Ἐπικουρείων καὶ Στοϊκῶν TNT2 NA27+28 NIV SBL ¦ καὶ τῶν Ἐπικουρίων καὶ Στωϊκῶν WH ¦ καὶ τῶν Ἐπικουρείων καὶ Στωϊκῶν NA25 * 17:18 ⸂2 συνέβαλλον RP TR TNT2 WH NA NIV SBL ¦ συνέβαλον f 35 * 17:18 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῖς TR * 17:19 ⸂ τε RP f 35 TR NA27+28 NIV SBL ¦ δὲ TNT2 WH NA25 * 17:20 ⸂ τί ἂν θέλοι RP f 35 TR ¦ τίνα θέλει TNT2 WH NA NIV SBL * 17:21 ⸂ καὶ RP f 35 TR ¦ ἢ TNT2 WH NA NIV SBL * 17:21 ⸆ – RP f 35 TR ¦ τι TNT2 WH NA NIV SBL * 17:22 ⸋ ὁ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL * 17:23 ⸂ Ὃν RP f 35 TR ¦ Ὃ TNT2 WH NA NIV SBL * 17:23 ⸂2 τοῦτον RP f 35 TR ¦ τοῦτο TNT2 WH NA NIV SBL * 17:24 ⸉ κύριος ὑπάρχων RP f 35 TR ¦ ὑπάρχων κύριος TNT2 WH NA NIV SBL * 17:25 ⸂ ἀνθρώπων RP f 35 TR ¦ ἀνθρωπίνων TNT2 WH NA NIV SBL * 17:25 ⸂2 κατὰ RP f 35 TR ¦ καὶ τὰ TNT2 WH NA NIV SBL * 17:26 ⸋ αἵματος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:26 ⸂ πᾶν τὸ πρόσωπον RP f 35 TR ¦ παντὸς προσώπου TNT2 WH NA NIV SBL * 17:26 ⸂2 προστεταγμένους RP f 35 TNT2 WH NA NIV SBL ¦ προτεταγμένους TR * 17:27 ⸂ τὸν κύριον RP f 35 TR ¦ τὸν θεὸν TNT2 WH NA NIV SBL * 17:27 ⸂2 καί γε RP f 35 TNT2 WH NA NIV SBL ¦ καίτοιγε TR * 17:30 ⸂ παραγγέλλει RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἀπαγγέλλει WH NA25 * 17:30 ⸂2 πᾶσιν RP f 35 ¦ πᾶσι TR ¦ πάντας TNT2 WH NA NIV SBL * 17:31 ⸂ διότι RP f 35 TR ¦ καθότι TNT2 WH NA NIV SBL * 17:32 ⸂ πάλιν περὶ τούτου RP f 35 TR ¦ περὶ τούτου καὶ πάλιν TNT2 WH NA NIV SBL * 17:33 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL