19
Ἐγένετο δέ, ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη *ἐλθεῖνεἰς Ἔφεσον· καὶ *2εὑρώντινας μαθητὰς *εἶπεν πρὸς αὐτούς, Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπονπρὸς αὐτόν, Ἀλλοὐδὲ εἰ πνεῦμα ἅγιόν ἐστιν, ἠκούσαμεν. Εἶπέν τε *πρὸς αὐτούς,⸌ Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον, Εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπεν δὲ Παῦλος, Ἰωάννης *μὲνἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μεταὐτὸν ἵνα πιστεύσωσιν, τοῦτἔστιν, εἰς *τὸν χριστὸν Ἰησοῦν.⸃ Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου *τὰςχεῖρας, ἦλθεν τὸ πνεῦμα τὸ ἅγιον ἐπαὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ *δεκαδύο.⸃
Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο, ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων *τὰπερὶ τῆς βασιλείας τοῦ θεοῦ. Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπαὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου *τινός.⸌ 10 Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον *τοῦ κυρίου Ἰησοῦ,⸃ Ἰουδαίους τε καὶ Ἕλληνας. 11 Δυνάμεις *τεοὐ τὰς τυχούσας *ἐποίει θεὸςδιὰ τῶν χειρῶν Παύλου, 12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας *ἐπιφέρεσθαιἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια σιμικίνθια, καὶ ἀπαλλάσσεσθαι ἀπαὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ *2ἐξέρχεσθαι*ἀπαὐτῶν.⸌ 13 Ἐπεχείρησαν δέ τινες **ἀπὸτῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ, λέγοντες, *Ὁρκίζομενὑμᾶς τὸν Ἰησοῦν ὃν *2Παῦλος κηρύσσει. 14 Ἦσαν δέ *τινες υἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱτοῦτο ποιοῦντες. 15 Ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν, *Τὸν *2 Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι· ὑμεῖς δὲ τίνες ἐστέ; 16 Καὶ *ἐφαλλόμενος*ἐπαὐτοὺς ἄνθρωποςἐν ἦν τὸ πνεῦμα τὸ πονηρόν, *2καὶ κατακυριεύσαν αὐτῶν,⸃ ἴσχυσεν καταὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. 17 Τοῦτο δὲ ἐγένετο *γνωστὸν πᾶσινἸουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ *ἐπέπεσενφόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. 18 Πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο, ἐξομολογούμενοι, καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. 19 Ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ *συνεψήφισαντὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. 20 Οὕτως κατὰ κράτος * λόγος τοῦ κυρίουηὔξανεν καὶ ἴσχυεν.
21 Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο Παῦλος ἐν τῷ πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱερουσαλήμ, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν. 22 Ἀποστείλας δὲ εἰς *τὴνΜακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν.
23 Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ. 24 Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις *ἐργασίαν οὐκ ὀλίγην·⸊ 25 οὓς συναθροίσας, καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν, Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας εὐπορία *ἡμῶνἐστιν. 26 Καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας, Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. 27 Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς *ἱερὸν Ἀρτέμιδοςεἰς οὐθὲν λογισθῆναι, μέλλειν *δὲκαὶ καθαιρεῖσθαι *2τὴν μεγαλειότητααὐτῆς, ἣν ὅλη Ἀσία καὶ οἰκουμένη σέβεται. 28 Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ, ἔκραζον λέγοντες, Μεγάλη Ἄρτεμις Ἐφεσίων. 29 Καὶ ἐπλήσθη πόλις *ὅλη*2τῆςσυγχύσεως· ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους *Παύλου. 30  *Τοῦ δὲ Παύλουβουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί. 31 Τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτόν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. 32 Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκεν συνεληλύθεισαν. 33 Ἐκ δὲ τοῦ ὄχλου *προεβίβασανἈλέξανδρον, *2προβαλόντωναὐτὸν τῶν Ἰουδαίων. δὲ Ἀλέξανδρος, κατασείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. 34  *Ἐπιγνόντεςδὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μία ἐκ πάντων *2ὡςἐπὶ ὥρας δύο *3κραζόντων,⸃ Μεγάλη Ἄρτεμις Ἐφεσίων. 35 Καταστείλας δὲ * γραμματεὺς τὸν ὄχλονφησίν, Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν *ἄνθρωποςὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης *θεᾶςἈρτέμιδος καὶ τοῦ Διοπετοῦς; 36 Ἀναντιρρήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν, καὶ μηδὲν προπετὲς πράσσειν. 37 Ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν *θεὸν*2ὑμῶν.⸃ 38 Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται *ἔχουσιν πρός τινα λόγον,⸊ ἀγοραῖοι ἄγονται, καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις. 39 Εἰ δέ τι *περὶ ἑτέρωνἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. 40 Καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ *οὐδυνησόμεθα *δοῦναιλόγον *τῆς συστροφῆς ταύτης. 41 Καὶ ταῦτα εἰπών, ἀπέλυσεν τὴν ἐκκλησίαν.
* 19:1 ⸂ ἐλθεῖν RP f 35 TR TNT2 WH NA25 NIV11 SBL ¦ κατελθεῖν NA27+28 NIV73 * 19:1 ⸂2 εὑρών RP f 35 TR ¦ εὑρεῖν TNT2 WH NA NIV SBL * 19:2 ⸂ εἶπε(ν) … Οἱ δὲ εἶπον RP f 35 TR ¦ εἶπεν τε … Οἱ δὲ TNT2 WH NA NIV SBL * 19:3 ⸋ πρὸς αὐτούς RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL * 19:4 ⸋ μὲν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 19:4 ⸂ τὸν χριστὸν Ἰησοῦν RP f 35 TR ¦ τὸν Ἰησοῦν TNT2 WH NA NIV SBL * 19:6 ⸋ τὰς RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL * 19:7 ⸂ δεκαδύο RP f 35 TR ¦ δώδεκα TNT2 WH NA NIV SBL * 19:8 ⸋ τὰ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL * 19:9 ⸋ τινός RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 19:10 ⸂ τοῦ κυρίου Ἰησοῦ RP f 35 TR ¦ τοῦ κυρίου TNT2 WH NA NIV SBL * 19:11 ⸂ τε RP TR TNT2 WH NA NIV SBL ¦ δὲ f 35 * 19:11 ⸉ ἐποίει ὁ θεὸς RP f 35 TR ¦ ὁ θεὸς ἐποίει TNT2 WH NA NIV SBL * 19:12 ⸂ ἐπιφέρεσθαι RP f 35 TR ¦ ἀποφέρεσθαι TNT2 WH NA NIV SBL * 19:12 ⸂2 ἐξέρχεσθαι RP f 35 TR ¦ ἐκπορεύεσθαι TNT2 WH NA NIV SBL * 19:12 ⸋ ἀπ᾽ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 19:13 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 19:13 ⸋ ἀπὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 19:13 ⸂ Ὁρκίζομεν RP f 35 TR ¦ Ὁρκίζω TNT2 WH NA NIV SBL * 19:13 ⸋2 ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 19:14 ⸂ τινες υἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱ RP f 35 TR ¦ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ TNT2 WH NA NIV SBL * 19:15 ⸆ – RP f 35 TR ¦ αὐτοῖς TNT2 WH NA NIV SBL * 19:15 ⸆2 – RP f 35 TR TNT2 SBL ¦ μὲν WH NA NIV * 19:16 ⸂ ἐφαλλόμενος RP f 35 TR ¦ ἐφαλόμενος TNT2 WH NA NIV SBL * 19:16 ⸉ ἐπ᾽ αὐτοὺς ὁ ἄνθρωπος RP f 35 TR ¦ ὁ ἄνθρωπος ἐπ᾽ αὐτοὺς TNT2 WH NA NIV SBL * 19:16 ⸂2 καὶ κατακυριεύσαν αὐτῶν RP f 35 ¦ καὶ κατακυριεύσας αὐτῶν TR ¦ κατακυριεύσας ἀμφοτέρων TNT2 WH NA NIV SBL * 19:17 ⸉ γνωστὸν πᾶσιν RP TR TNT2 WH NA NIV SBL ¦ πᾶσιν γνωστὸν f 35 * 19:17 ⸂ ἐπέπεσεν RP f 35 WH NA NIV SBL ¦ ἐπέπεσε TR ¦ ἔπεσεν TNT2 * 19:19 ⸂ συνεψήφισαν RP TR TNT2 WH NA NIV SBL ¦ συνεψηφίσαντο f 35 * 19:20 ⸉ ὁ λόγος τοῦ κυρίου RP f 35 TR ¦ τοῦ κυρίου ὁ λόγος TNT2 WH NA NIV SBL * 19:22 ⸋ τὴν RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ – NA25 * 19:24 ⸉ ἐργασίαν οὐκ ὀλίγην RP f 35 TR ¦ οὐκ ὀλίγην ἐργασίαν TNT2 WH NA NIV SBL * 19:25 ⸂ ἡμῶν RP f 35 TR ¦ ἡμῖν TNT2 WH NA NIV SBL * 19:27 ⸉ ἱερὸν Ἀρτέμιδος RP ¦ Ἀρτέμιδος ἱερὸν f 35 TR TNT2 WH NA NIV SBL * 19:27 ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 19:27 ⸂2 τὴν μεγαλειότητα RP f 35 TR ¦ τῆς μεγαλειότητος TNT2 WH NA NIV SBL * 19:29 ⸋ ὅλη RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 19:29 ⸋2 τῆς RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 19:29 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR * 19:30 ⸂ Τοῦ δὲ Παύλου RP f 35 TR ¦ Παύλου δὲ TNT2 WH NA NIV SBL * 19:33 ⸂ προεβίβασαν RP f 35 TR ¦ συνεβίβασαν TNT2 WH NA NIV SBL * 19:33 ⸂2 προβαλόντων RP TR TNT2 WH NA NIV SBL ¦ προβαλλόντων f 35 * 19:34 ⸂ Ἐπιγνόντες RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἐπιγνόντων TR * 19:34 ⸂2 ὡς RP f 35 TR TNT2 NA NIV SBL ¦ ὡσεὶ WH * 19:34 ⸂3 κραζόντων RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ κράζοντες NA25 * 19:35 ⸉ ὁ γραμματεὺς τὸν ὄχλον RP f 35 TR TNT2 NA NIV SBL ¦ τὸν ὄχλον ὁ γραμματεὺς WH * 19:35 ⸂ ἄνθρωπος RP f 35 TR ¦ ἀνθρώπων TNT2 WH NA NIV SBL * 19:35 ⸋ θεᾶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 19:37 ⸂ θεὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ θεὰν TR * 19:37 ⸂2 ὑμῶν RP f 35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL * 19:38 ⸉ ἔχουσιν πρός τινα λόγον RP f 35 TNT2 WH NA28 SBL ¦ πρός τινα λόγον ἔχουσιν TR ¦ ἔχουσι πρός τινα λόγον NA25+27 NIV * 19:39 ⸂ περὶ ἑτέρων RP f 35 TR ¦ περαιτέρω TNT2 WH NA NIV SBL * 19:40 ⸋ οὐ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 19:40 ⸂ δοῦναι RP ¦ ἀποδοῦναι f 35 TR TNT2 WH NA NIV SBL * 19:40 ⸆ – RP f 35 TR ¦ περὶ TNT2 WH NA NIV SBL