18
Μετὰ *δὲταῦτα χωρισθεὶς *2 Παῦλοςἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον. Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, *διὰ τὸ τεταχέναιΚλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους *2ἐκτῆς Ῥώμης, προσῆλθεν αὐτοῖς· καὶ διὰ τὸ ὁμότεχνον εἶναι, ἔμενεν παραὐτοῖς καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ *τὴν τέχνην.⸃ Διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.
Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας τε Σίλας καὶ Τιμόθεος, συνείχετο τῷ *πνεύματι Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις *τὸν χριστὸν Ἰησοῦν. Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπεν πρὸς αὐτούς, Τὸ αἷμα ὑμῶν ἐπὶ *τὴν κεφαλὴνὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. Καὶ μεταβὰς ἐκεῖθεν *ἦλθεν εἰςοἰκίαν τινὸς ὀνόματι *Ἰούστου, σεβομένου τὸν θεόν, οὗ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. Κρίσπος δὲ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. Εἶπεν δὲ κύριος *διὁράματος ἐν νυκτὶτῷ Παύλῳ, Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς· 10 διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε· διότι λαός ἐστίν μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. 11 Ἐκάθισέν *τεἐνιαυτὸν καὶ μῆνας ἕξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.
12 Γαλλίωνος δὲ *ἀνθυπατεύοντοςτῆς Ἀχαΐας, κατεπέστησαν *ὁμοθυμαδὸν οἱ Ἰουδαῖοιτῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, 13 λέγοντες ὅτι Παρὰ τὸν νόμον *οὗτος ἀναπείθειτοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν. 14 Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν Γαλλίων πρὸς τοὺς Ἰουδαίους, Εἰ μὲν *οὖνἦν ἀδίκημά τι ῥᾳδιούργημα πονηρόν, Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν· 15 εἰ δὲ *ζήτημάἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς *γὰρἐγὼ τούτων οὐ βούλομαι εἶναι. 16 Καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. 17 Ἐπιλαβόμενοι δὲ πάντες *οἱ ἝλληνεςΣωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος. Καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι *ἔμελλεν.⸃
18  δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος *τὴν κεφαλὴν ἐν Κεγχρεαῖς·⸊ εἶχεν γὰρ εὐχήν. 19  *Κατήντησενδὲ εἰς Ἔφεσον, καὶ ἐκείνους κατέλιπεν αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν *2διελέχθητοῖς Ἰουδαίοις. 20 Ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι *παραὐτοῖς,⸌ οὐκ ἐπένευσεν· 21 ἀλλ*ἀπετάξατο αὐτοῖςεἰπών, *2Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα· πάλιν δὲ ἀνακάμψωπρὸς ὑμᾶς, τοῦ θεοῦ θέλοντος. *Ἀνήχθη ἀπὸ τῆς Ἐφέσου, 22 καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν. 23 Καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, *ἐπιστηρίζωνπάντας τοὺς μαθητάς.
24 Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. 25 Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ *τοῦ κυρίου,⸃ ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου· 26 οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ *Ἀκύλας καὶ Πρίσκιλλα,⸊ προσελάβοντο αὐτόν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν *2τοῦ θεοῦ ὁδόν.⸊ 27 Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος· 28 εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν Ἰησοῦν.
* 18:1 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:1 ⸋2 ὁ Παῦλος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:2 ⸂ διὰ τὸ τεταχέναι RP ¦ διὰ τὸ διατεταχέναι f 35 TR TNT2 WH NA NIV SBL * 18:2 ⸂2 ἐκ RP f 35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL * 18:3 ⸂ τὴν τέχνην RP f 35 TR ¦ τῇ τέχνῃ TNT2 WH NA NIV SBL * 18:5 ⸂ πνεύματι RP f 35 TR ¦ λόγῳ TNT2 WH NA NIV SBL * 18:5 ⸆ – RP f 35 TR ¦ εἶναι TNT2 WH NA NIV SBL * 18:6 ⸂ τὴν κεφαλὴν RP TR TNT2 WH NA NIV SBL ¦ τὰς κεφαλὰς f 35 * 18:7 ⸂ ἦλθεν εἰς RP f 35 TR TNT2 WH NA25 ¦ εἰσῆλθεν εἰς NA27+28 NIV SBL * 18:7 ⸆ – RP f 35 TR ¦ Τιτίου TNT2 WH NA NIV SBL * 18:9 ⸉ δι᾽ ὁράματος ἐν νυκτὶ RP f 35 TR ¦ ἐν νυκτὶ δι᾽ ὁράματος TNT2 WH NA NIV SBL * 18:11 ⸂ τε RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 18:12 ⸂ ἀνθυπατεύοντος RP f 35 TR ¦ ἀνθυπάτου ὄντος TNT2 WH NA NIV SBL * 18:12 ⸉ ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι RP f 35 TR TNT2 NA NIV SBL ¦ οἱ Ἰουδαῖοι ὁμοθυμαδὸν WH * 18:13 ⸉ οὗτος ἀναπείθει RP TR ¦ ἀναπείθει οὗτος f 35 TNT2 WH NA NIV SBL * 18:14 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:15 ⸂ ζήτημά RP f 35 TR ¦ ζητήματά TNT2 WH NA NIV SBL * 18:15 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:17 ⸋ οἱ Ἕλληνες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:17 ⸂ ἔμελλεν RP f 35 ¦ ἔμελεν TR TNT2 WH NA NIV SBL * 18:18 ⸉ τὴν κεφαλὴν ἐν Κεγχρεαῖς RP f 35 TR ¦ ἐν Κεγχρεαῖς τὴν κεφαλὴν TNT2 NA NIV SBL ¦ ἐν Κενχρεαῖς τὴν κεφαλὴν WH * 18:19 ⸂ Κατήντησεν RP f 35 ¦ Κατήντησε TR ¦ Κατήντησαν TNT2 WH NA NIV SBL * 18:19 ⸂2 διελέχθη RP f 35 TR ¦ διελέξατο TNT2 WH NA NIV SBL * 18:20 ⸋ παρ᾽ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:21 ⸂ ἀπετάξατο αὐτοῖς RP f 35 TR ¦ ἀποταξάμενος καὶ TNT2 WH NA NIV SBL * 18:21 ⸂2 Δεῖ με … πάλιν δὲ ἀνακάμψω RP f 35 TR ¦ Πάλιν ἀνακάμψω TNT2 WH NA NIV SBL * 18:21 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ Καὶ f 35 TR * 18:23 ⸂ ἐπιστηρίζων RP f 35 TR NA27+28 NIV ¦ στηρίζων TNT2 WH NA25 SBL * 18:25 ⸂ τοῦ κυρίου RP TR ¦ τοῦ Ἰησοῦ f 35 TNT2 WH NA NIV SBL * 18:26 ⸉ Ἀκύλας καὶ Πρίσκιλλα RP f 35 TR ¦ Πρίσκιλλα καὶ Ἀκύλας TNT2 WH NA NIV SBL * 18:26 ⸉2 τοῦ θεοῦ ὁδόν RP f 35 TR ¦ ὁδόν τοῦ θεοῦ TNT2 WH NA NIV SBL