2
Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν *ἅπαντες ὁμοθυμαδὸνἐπὶ τὸ αὐτό. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι. Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, *ἐκάθισέν τεἐφἕνα ἕκαστον αὐτῶν. Καὶ ἐπλήσθησαν *ἅπαντεςπνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου *αὐτοῖς ἀποφθέγγεσθαι.⸊
Ἦσαν δὲ *ἐνἹερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν. Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη, ὅτι *ἤκουονεἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. Ἐξίσταντο δὲ *πάντεςκαὶ ἐθαύμαζον, λέγοντες *2πρὸς ἀλλήλους,⸌ *Οὐκἰδοὺ *2πάντεςοὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ἐγεννήθημεν; Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10 Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, 11 Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ. 12 Ἐξίσταντο δὲ πάντες καὶ *διηπόρουν,⸃ ἄλλος πρὸς ἄλλον λέγοντες, Τί *2ἂν θέλοιτοῦτο εἶναι; 13 Ἕτεροι δὲ *χλευάζοντεςἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν.
14 Σταθεὶς δὲ *Πέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρεν τὴν φωνὴν αὐτοῦ, καὶ *ἀπεφθέγξατοαὐτοῖς, Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ *2ἅπαντες,⸃ τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. 15 Οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας· 16 ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ, 17 Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν *ἐνύπνιαἐνυπνιασθήσονται· 18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσιν. 19 Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· 20  ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ σελήνη εἰς αἷμα, πρὶν *ἐλθεῖν *2τὴνἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ· 21 καὶ ἔσται, πᾶς ὃς *ἂνἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται. 22 Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα *ἀπὸ τοῦ θεοῦ ἀποδεδειγμένονεἰς ὑμᾶς δυνάμεσιν καὶ τέρασιν καὶ σημείοις, οἷς ἐποίησεν διαὐτοῦ θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς *καὶαὐτοὶ οἴδατε, 23 τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον *λαβόντες,⸌ διὰ *χειρῶνἀνόμων προσπήξαντες ἀνείλετε· 24 ὃν θεὸς ἀνέστησεν, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπαὐτοῦ. 25 Δαυὶδ γὰρ λέγει εἰς αὐτόν, Προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός· ὅτι ἐκ δεξιῶν μου ἐστίν, ἵνα μὴ σαλευθῶ· 26 διὰ τοῦτο εὐφράνθη * καρδία μου,⸊ καὶ ἠγαλλιάσατο γλῶσσά μου· ἔτι δὲ καὶ σάρξ μου κατασκηνώσει ἐπἐλπίδι· 27 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς *ᾍδου,⸃ οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. 28 Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου. 29 Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυίδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. 30 Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ θεός, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ *τὸ κατὰ σάρκα ἀναστήσειν τὸν χριστόν,⸌ καθίσαι ἐπὶ *τοῦ θρόνουαὐτοῦ, 31 προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ χριστοῦ, ὅτι *οὐ *2κατελείφθη* ψυχὴ αὐτοῦεἰς *3ᾍδου,⸃ οὐδὲ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν. 32 Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. 33 Τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν *τοῦ ἁγίου πνεύματοςλαβὼν παρὰ τοῦ πατρός, ἐξέχεεν τοῦτο *νῦνὑμεῖς *βλέπετε καὶ ἀκούετε. 34 Οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός, Εἶπεν *κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, 35 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 36 Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραήλ, ὅτι καὶ κύριον *καὶ χριστὸν αὐτὸν*2 θεὸς ἐποίησεν,⸊ τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.
37 Ἀκούσαντες δὲ κατενύγησαν *τῇ καρδίᾳ,⸃ εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, Τί *2ποιήσομεν,⸃ ἄνδρες ἀδελφοί; 38  *Πέτρος δὲ ἔφη πρὸς αὐτούς, Μετανοήσατε,⸃ καὶ βαπτισθήτω ἕκαστος ὑμῶν *2ἐπὶτῷ ὀνόματι Ἰησοῦ χριστοῦ εἰς ἄφεσιν *ἁμαρτιῶν, *2 καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος. 39 Ὑμῖν γάρ ἐστιν ἐπαγγελία, καὶ τοῖς τέκνοις ὑμῶν, καὶ πᾶσιν τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται κύριος θεὸς ἡμῶν. 40 Ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρετο καὶ παρεκάλει *λέγων, Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. 41 Οἱ μὲν οὖν *ἀσμένωςἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν· καὶ προσετέθησαν *τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. 42 Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, *καὶτῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
43  *Ἐγένετοδὲ πάσῃ ψυχῇ φόβος, πολλά *2τετέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. 44 Πάντες δὲ οἱ *πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτό, καὶεἶχον ἅπαντα κοινά, 45 καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶ διεμέριζον αὐτὰ πᾶσιν, καθότι ἄν τις χρείαν εἶχεν. 46 Καθἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατοἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, 47 αἰνοῦντες τὸν θεόν, καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθἡμέραν *τῇ ἐκκλησίᾳ.
* 2:1 ⸂ ἅπαντες ὁμοθυμαδὸν RP f 35 TR ¦ πάντες ὁμοῦ TNT2 WH NA NIV SBL * 2:3 ⸂ ἐκάθισέν τε RP f 35 ¦ ἐκάθισέ τε TR ¦ καὶ ἐκάθισεν TNT2 WH NA NIV SBL * 2:4 ⸂ ἅπαντες RP f 35 TR ¦ πάντες TNT2 WH NA NIV SBL * 2:4 ⸉ αὐτοῖς ἀποφθέγγεσθαι RP f 35 TR ¦ ἀποφθέγγεσθαι αὐτοῖς TNT2 WH NA NIV SBL * 2:5 ⸂ ἐν RP f 35 TR TNT2 WH SBL ¦ εἰς NA NIV * 2:6 ⸂ ἤκουον RP f 35 TR TNT2 NA NIV SBL ¦ ἤκουσεν WH * 2:7 ⸋ πάντες RP TR TNT2 ¦ – f 35 WH NA NIV SBL * 2:7 ⸋2 πρὸς ἀλλήλους RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:7 ⸂ Οὐκ RP f 35 TR ¦ Οὐχὶ TNT2 WH NA25 ¦ Οὐχ NA27+28 NIV SBL * 2:7 ⸂2 πάντες RP f 35 TR TNT2 WH NA25 SBL ¦ ἅπαντες NA27+28 NIV * 2:12 ⸂ διηπόρουν RP f 35 TR NA27+28 NIV SBL ¦ διηποροῦντο TNT2 WH NA25 * 2:12 ⸂2 ἂν θέλοι RP f 35 TR ¦ θέλει TNT2 WH NA NIV SBL * 2:13 ⸂ χλευάζοντες RP TR ¦ διαχλευάζοντες f 35 TNT2 WH NA NIV SBL * 2:14 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL * 2:14 ⸂ ἀπεφθέγξατο RP TR TNT2 WH NA NIV SBL ¦ ἐπεφθέγξατο f 35 * 2:14 ⸂2 ἅπαντες RP f 35 TR ¦ πάντες TNT2 WH NA NIV SBL * 2:17 ⸂ ἐνύπνια RP f 35 TR ¦ ἐνυπνίοις TNT2 WH NA NIV SBL * 2:20 ⸋ ἢ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV * 2:20 ⸋2 τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:21 ⸂ ἂν RP f 35 TR NA27+28 NIV ¦ ἐὰν TNT2 WH NA25 SBL * 2:22 ⸉ ἀπὸ τοῦ θεοῦ ἀποδεδειγμένον RP f 35 TR ¦ ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ TNT2 WH NA NIV SBL * 2:22 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:23 ⸋ λαβόντες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:23 ⸂ χειρῶν RP f 35 TR ¦ χειρὸς TNT2 WH NA NIV SBL * 2:26 ⸉ ἡ καρδία μου RP f 35 TR NA27+28 NIV SBL ¦ μου ἡ καρδία TNT2 WH NA25 * 2:27 ⸂ ᾍδου RP f 35 TR ¦ ᾍδην TNT2 WH NA NIV SBL * 2:30 ⸋ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν χριστόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:30 ⸂ τοῦ θρόνου RP f 35 TR ¦ τὸν θρόνον TNT2 WH NA NIV SBL * 2:31 ⸂ οὐ … οὐδὲ RP f 35 TR ¦ οὔτε … οὔτε TNT2 WH NA NIV SBL * 2:31 ⸂2 κατελείφθη RP f 35 TR ¦ ἐγκατελείφθη TNT2 NA NIV SBL ¦ ἐνκατελείφθη WH * 2:31 ⸋ ἡ ψυχὴ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:31 ⸂3 ᾍδου RP f 35 TR TNT2 ¦ ᾍδην WH NA NIV SBL * 2:33 ⸂ τοῦ ἁγίου πνεύματος RP f 35 TR ¦ τοῦ πνεύματος τοῦ ἁγίου TNT2 WH NA NIV SBL * 2:33 ⸋ νῦν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:33 ⸆ – RP f 35 TR TNT2 NIV73 SBL ¦ καὶ WH NA NIV11 * 2:34 ⸋ ὁ RP f 35 TR NA27+28 NIV73 SBL ¦ – TNT2 WH NA25 NIV11 * 2:36 ⸉ καὶ χριστὸν αὐτὸν RP f 35 TR ¦ αὐτὸν καὶ χριστὸν TNT2 WH NA NIV SBL * 2:36 ⸉2 ὁ θεὸς ἐποίησεν RP f 35 TNT2 ¦ ὁ θεὸς ἐποίησε TR ¦ ἐποίησεν ὁ θεός WH NA NIV SBL * 2:37 ⸂ τῇ καρδίᾳ RP f 35 TR ¦ τὴν καρδίαν TNT2 WH NA NIV SBL * 2:37 ⸂2 ποιήσομεν RP f 35 TR ¦ ποιήσωμεν TNT2 WH NA NIV SBL * 2:38 ⸂ Πέτρος δὲ ἔφη πρὸς αὐτούς, Μετανοήσατε RP TR ¦ Εἶπεν δὲ Πέτρος πρὸς αὐτούς, Μετανοήσατε f 35 ¦ Πέτρος δὲ πρὸς αὐτούς, Μετανοήσατε TNT2 WH NA25 NIV11 SBL ¦ Πέτρος δὲ πρὸς αὐτούς, Μετανοήσατε, φησίν NA27+28 NIV73 * 2:38 ⸂2 ἐπὶ RP f 35 TR NA NIV SBL ¦ ἐν TNT2 WH * 2:38 ⸆ – RP f 35 TR ¦ τῶν TNT2 WH NA NIV SBL * 2:38 ⸆2 – RP f 35 TR ¦ ὑμῶν TNT2 WH NA NIV SBL * 2:40 ⸆ – RP f 35 TR ¦ αὐτοὺς TNT2 WH NA NIV SBL * 2:41 ⸋ ἀσμένως RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:41 ⸆ – RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL * 2:42 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:43 ⸂ Ἐγένετο RP f 35 TR ¦ Ἐγίνετο TNT2 WH NA NIV SBL * 2:43 ⸂2 τε RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ δὲ WH NA25 * 2:44 ⸂ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτό, καὶ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ πιστεύσαντες ἐπὶ τὸ αὐτό WH NA25 * 2:47 ⸂ τῇ ἐκκλησίᾳ. Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος RP f 35 TR ¦ ἐπὶ τὸ αὐτό. Πέτρος δὲ TNT2 WH NA NIV SBL