3
Ἐπὶ τὸ αὐτὸ δὲ Πέτροςκαὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην. Καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο· ὃν ἐτίθουν καθἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν. Ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερόν, ἠρώτα ἐλεημοσύνην. * Ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ, εἶπεν, Βλέψον εἰς ἡμᾶς. δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παραὐτῶν λαβεῖν. Εἶπεν δὲ Πέτρος, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· δὲ ἔχω, τοῦτό σοι δίδωμι. Ἐν τῷ ὀνόματι Ἰησοῦ χριστοῦ τοῦ Ναζωραίου, *ἔγειραι καὶπεριπάτει. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν· *παραχρῆμα δὲ ἐστερεώθησαν *αὐτοῦ αἱ βάσειςκαὶ τὰ σφυρά. Καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερόν, περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν. Καὶ εἶδεν *αὐτὸν πᾶς λαὸςπεριπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν· 10 ἐπεγίνωσκόν *τεαὐτὸν ὅτι *2οὗτοςἦν πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ· καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
11 Κρατοῦντος δὲ *τοῦ ἰαθέντος χωλοῦ*2τὸν Πέτρον καὶ Ἰωάννην,⸃ συνέδραμεν *πρὸς αὐτοὺς πᾶς λαὸςἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος, ἔκθαμβοι. 12 Ἰδὼν δὲ *Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν, Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν; 13  * θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ,⸃ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖς *μὲνπαρεδώκατε, καὶ ἠρνήσασθε *2αὐτὸνκατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν. 14 Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, 15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. 16 Καὶ *ἐπὶτῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ· καὶ πίστις διαὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν. 17 Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. 18  δὲ θεὸς προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν *αὐτοῦ,⸌ παθεῖν τὸν χριστόν, *ἐπλήρωσεν οὕτως. 19 Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε, *εἰςτὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου, 20 καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν *χριστὸν Ἰησοῦν·⸊ 21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν θεὸς διὰ στόματος *πάντων*2τῶνἁγίων *αὐτοῦ προφητῶν ἀπαἰῶνος.⸊ 22 Μωσῆς μὲν *γὰρ πρὸς τοὺς πατέραςεἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει κύριος θεὸς *ἡμῶνἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. 23 Ἔσται δέ, πᾶσα ψυχή, ἥτις *ἐὰνμὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ. 24 Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν, καὶ *κατήγγειλαντὰς ἡμέρας ταύτας. 25 Ὑμεῖς ἐστε *υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης ἧς *διέθετο θεὸςπρὸς τοὺς πατέρας *ἡμῶν,⸃ λέγων πρὸς Ἀβραάμ, Καὶ *ἐντῷ σπέρματί σου *2ἐνευλογηθήσονταιπᾶσαι αἱ πατριαὶ τῆς γῆς. 26 Ὑμῖν πρῶτον * θεός, ἀναστήσαςτὸν παῖδα αὐτοῦ *Ἰησοῦν,⸌ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.
* 3:3 ⸆ – RP f 35 ¦ λαβεῖν TR TNT2 WH NA NIV SBL * 3:6 ⸂ ἔγειραι καὶ RP f 35 TR ¦ ἔγειρε καὶ TNT2 NA27+28 ¦ – WH NA25 NIV SBL * 3:7 ⸆ – RP f 35 TR ¦ αὐτόν TNT2 WH NA NIV SBL * 3:7 ⸉ αὐτοῦ αἱ βάσεις RP f 35 TR ¦ αἱ βάσεις αὐτοῦ TNT2 WH NA NIV SBL * 3:9 ⸉ αὐτὸν πᾶς ὁ λαὸς RP f 35 TR ¦ πᾶς ὁ λαὸς αὐτὸν TNT2 WH NA NIV SBL * 3:10 ⸂ τε RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 3:10 ⸂2 οὗτος RP f 35 TR TNT2 WH NA25 SBL ¦ αὐτὸς NA27+28 NIV * 3:11 ⸂ τοῦ ἰαθέντος χωλοῦ RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL * 3:11 ⸂2 τὸν Πέτρον καὶ Ἰωάννην RP f 35 TR ¦ τὸν Πέτρον καὶ τὸν Ἰωάνην TNT2 WH ¦ τὸν Πέτρον καὶ τὸν Ἰωάννην NA NIV SBL * 3:11 ⸉ πρὸς αὐτοὺς πᾶς ὁ λαὸς RP f 35 TR ¦ πᾶς ὁ λαὸς πρὸς αὐτοὺς TNT2 WH NA NIV SBL * 3:12 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL * 3:13 ⸂ Ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ RP f 35 TR TNT2 WH NA25 NIV SBL ¦ Ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ NA27+28 * 3:13 ⸋ μὲν RP f 35 TNT2 WH NA NIV11 SBL ¦ – TR NIV73 * 3:13 ⸋2 αὐτὸν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 3:16 ⸋ ἐπὶ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 3:18 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:18 ⸆ – RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL * 3:19 ⸂ εἰς RP f 35 TR TNT2 NA27+28 NIV ¦ πρὸς WH NA25 SBL * 3:20 ⸉ χριστὸν Ἰησοῦν RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἰησοῦν χριστὸν TR * 3:21 ⸋ πάντων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:21 ⸋2 τῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 3:21 ⸉ αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος RP f 35 TR ¦ ἀπ᾽ αἰῶνος αὐτοῦ προφητῶν TNT2 WH NA NIV SBL * 3:22 ⸋ γὰρ πρὸς τοὺς πατέρας RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:22 ⸂ ἡμῶν RP f 35 ¦ ὑμῶν TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL * 3:23 ⸂ ἐὰν RP NA NIV ¦ ἂν f 35 TR TNT2 WH SBL * 3:24 ⸂ κατήγγειλαν RP TNT2 WH NA NIV SBL ¦ προκατήγγειλαν f 35 TR * 3:25 ⸆ – RP f 35 TR ¦ οἱ TNT2 WH NA NIV SBL * 3:25 ⸉ διέθετο ὁ θεὸς RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὁ θεὸς διέθετο WH NA25 * 3:25 ⸂ ἡμῶν RP f 35 TR ¦ ὑμῶν TNT2 WH NA NIV SBL * 3:25 ⸋ ἐν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 3:25 ⸂2 ἐνευλογηθήσονται RP f 35 TR TNT2 NA NIV SBL ¦ εὐλογηθήσονται WH * 3:26 ⸉ ὁ θεός, ἀναστήσας RP f 35 TR TNT2 ¦ ἀναστήσας ὁ θεός WH NA NIV SBL * 3:26 ⸋ Ἰησοῦν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL