6
Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; *Οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; Καὶ εἰ ἐν ὑμῖν κρίνεται κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; Μήτι γε βιωτικά; Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε. Πρὸς ἐντροπὴν ὑμῖν λέγω. Οὕτως οὐκ **ἔνιἐν ὑμῖν *σοφὸς οὐδὲ εἷς,⸃ ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; Ἤδη μὲν *οὖνὅλως ἥττημα *ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; Ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ *ταῦταἀδελφούς. οὐκ οἴδατε ὅτι ἄδικοι *βασιλείαν θεοῦοὐ κληρονομήσουσιν; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, 10  *οὔτε πλεονέκται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὐ λοίδοροι,⸃ οὐχ ἅρπαγες, βασιλείαν θεοῦ *οὐκληρονομήσουσιν. 11 Καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλἐδικαιώθητε ἐν τῷ ὀνόματι *τοῦ κυρίου Ἰησοῦ,⸃ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν.
12 Πάντα μοι ἔξεστιν, ἀλλοὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλοὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13 Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ κοιλία τοῖς βρώμασιν· δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ κυρίῳ, καὶ κύριος τῷ σώματι· 14  δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15 Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ χριστοῦ ποιήσω πόρνης μέλη; Μὴ γένοιτο. 16  *Οὐκ οἴδατε ὅτι κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. 17  δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. 18 Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν· δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19  οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; Καὶ οὐκ ἐστὲ ἑαυτῶν, 20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν, *καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστιν τοῦ θεοῦ.⸌
* 6:2 ⸆ – RP f 35 TR ¦ Ἢ TNT2 WH NA NIV SBL * 6:5 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐστὶν TR * 6:5 ⸋ ἔνι RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 6:5 ⸂ σοφὸς οὐδὲ εἷς RP f 35 TR ¦ οὐδεὶς σοφὸς TNT2 WH NA NIV SBL * 6:7 ⸋ οὖν RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73 * 6:7 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν TR * 6:8 ⸂ ταῦτα RP f 35 TR ¦ τοῦτο TNT2 WH NA NIV SBL * 6:9 ⸉ βασιλείαν θεοῦ RP f 35 TR ¦ θεοῦ βασιλείαν TNT2 WH NA NIV SBL * 6:10 ⸂ οὔτε πλεονέκται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὐ λοίδοροι RP f 35 ¦ οὔτε κλέπται, οὔτε πλεονέκται, οὔτε μέθυσοι, οὐ λοίδοροι TR ¦ οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι TNT2 WH NA NIV SBL * 6:10 ⸋ οὐ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:11 ⸂ τοῦ κυρίου Ἰησοῦ RP f 35 TR SBL ¦ τοῦ κυρίου Ἰησοῦ χριστοῦ TNT2 NA NIV ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ WH * 6:16 ⸆ – RP ¦ Ἢ f 35 TR TNT2 WH NA NIV SBL * 6:20 ⸋ καὶ ἐν τῷ πνεύματι … τοῦ θεοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL