7
Περὶ δὲ ὧν ἐγράψατέ *μοι,⸌ καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. Τῇ γυναικὶ ἀνὴρ τὴν *ὀφειλομένην εὔνοιανἀποδιδότω· ὁμοίως δὲ καὶ γυνὴ τῷ ἀνδρί. γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ ἀνήρ· ὁμοίως δὲ καὶ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ γυνή. Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα *σχολάζητε*τῇ νηστείᾳ καὶτῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ *2συνέρχησθε,⸃ ἵνα μὴ πειράζῃ ὑμᾶς Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατἐπιταγήν. Θέλω *γὰρπάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλἕκαστος ἴδιον *χάρισμα ἔχειἐκ θεοῦ, *2ὃς μὲν οὕτως, ὃς δὲ οὕτως.⸃
Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς *ἐστινἐὰν μείνωσιν ὡς κἀγώ. Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖσσον γάρ ἐστιν *γαμῆσαι πυροῦσθαι. 10 Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγώ, ἀλλ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι· 11 ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, τῷ ἀνδρὶ καταλλαγήτωκαὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. 12 Τοῖς δὲ λοιποῖς *ἐγὼ λέγω,⸊ οὐχ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μεταὐτοῦ, μὴ ἀφιέτω αὐτήν. 13 Καὶ γυνὴ *ἥτιςἔχει ἄνδρα ἄπιστον, καὶ *2αὐτὸςσυνευδοκεῖ οἰκεῖν μεταὐτῆς, μὴ ἀφιέτω *3αὐτόν.⸃ 14 Ἡγίασται γὰρ ἀνὴρ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται γυνὴ ἄπιστος ἐν τῷ *ἀνδρί·⸃ ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν. 15 Εἰ δὲ ἄπιστος χωρίζεται, χωριζέσθω. Οὐ δεδούλωται ἀδελφὸς ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν *ἡμᾶς θεός. 16 Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; 17  *Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν θεός, ἕκαστον ὡς κέκληκεν κύριος,⸃ οὕτως περιπατείτω. Καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. 18  *Περιτετμημένος τις ἐκλήθη; Μὴ ἐπισπάσθω. Ἐν ἀκροβυστίᾳ τις ἐκλήθη;⸃ Μὴ περιτεμνέσθω. 19  περιτομὴ οὐδέν ἐστιν, καὶ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ. 20 Ἕκαστος ἐν τῇ κλήσει ἐκλήθη, ἐν ταύτῃ μενέτω. 21 Δοῦλος ἐκλήθης; Μή σοι μελέτω· ἀλλεἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. 22  γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος κυρίου ἐστίν· ὁμοίως *καὶ ἐλεύθερος κληθείς, δοῦλός ἐστιν χριστοῦ. 23 Τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. 24 Ἕκαστος ἐν ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ *θεῷ.
25 Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. 26 Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. 27 Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα. 28 Ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ παρθένος, οὐχ ἥμαρτεν. Θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι. 29 Τοῦτο δέ φημι, ἀδελφοί, καιρὸς συνεσταλμένος· *τὸ λοιπόν ἐστινἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν· 30 καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες· καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες· 31 καὶ οἱ χρώμενοι *τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.⸃ 32 Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, *πῶς ἀρέσει τῷ κυρίῳ· 33  δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί.⸃ 34  *Μεμέρισται καὶ γυνὴ καὶ παρθένος. ἄγαμος μεριμνᾷτὰ τοῦ κυρίου, ἵνα ἁγία *2καὶ σώματι καὶ πνεύματι·⸃ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς *3ἀρέσειτῷ ἀνδρί. 35 Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν *συμφέρονλέγω· οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ *2εὐπρόσεδροντῷ κυρίῳ ἀπερισπάστως. 36 Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν. 37 Ὃς δὲ ἕστηκεν *ἑδραῖος ἐν τῇ καρδίᾳ,⸃ μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ *2καρδίᾳ αὐτοῦ,⸃ *τοῦτηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς *3ποιεῖ.⸃ 38 Ὥστε καὶ *ἐκγαμίζων*καλῶς ποιεῖ· *2 δὲμὴ *3ἐκγαμίζωνκρεῖσσον *4ποιεῖ.⸃ 39 Γυνὴ δέδεται *νόμῳἐφὅσον χρόνον ζῇ * ἀνὴρ αὐτῆς· ἐὰν δὲ *2καὶκοιμηθῇ ἀνήρ,⸃ ἐλευθέρα ἐστὶν θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. 40 Μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ *δὲκἀγὼ πνεῦμα θεοῦ ἔχειν.
* 7:1 ⸋ μοι RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 7:3 ⸂ ὀφειλομένην εὔνοιαν RP f 35 TR ¦ ὀφειλὴν TNT2 WH NA NIV SBL * 7:5 ⸂ σχολάζητε RP f 35 TR ¦ σχολάσητε TNT2 WH NA NIV SBL * 7:5 ⸋ τῇ νηστείᾳ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:5 ⸂2 συνέρχησθε RP TR ¦ συνέρχεσθε f 35 ¦ ἦτε TNT2 WH NA NIV SBL * 7:7 ⸂ γὰρ RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 7:7 ⸉ χάρισμα ἔχει RP f 35 TR ¦ ἔχει χάρισμα TNT2 WH NA NIV SBL * 7:7 ⸂2 ὃς μὲν οὕτως, ὃς δὲ οὕτως RP f 35 TR ¦ ὁ μὲν οὕτως, ὁ δὲ οὕτως TNT2 WH NA NIV SBL * 7:8 ⸋ ἐστιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:9 ⸂ γαμῆσαι RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ γαμεῖν WH NA25 * 7:12 ⸉ ἐγὼ λέγω RP f 35 TR ¦ λέγω ἐγὼ TNT2 WH NA NIV SBL * 7:13 ⸂ ἥτις RP f 35 TR TNT2 WH NA25 ¦ εἴ τις NA27+28 NIV SBL * 7:13 ⸂2 αὐτὸς RP f 35 TR ¦ οὗτος TNT2 WH NA NIV SBL * 7:13 ⸂3 αὐτόν RP f 35 TR ¦ τὸν ἄνδρα TNT2 WH NA NIV SBL * 7:14 ⸂ ἀνδρί RP f 35 TR ¦ ἀδελφῷ TNT2 WH NA NIV SBL * 7:15 ⸂ ἡμᾶς RP f 35 TR TNT2 NIV SBL ¦ ὑμᾶς WH NA * 7:17 ⸂ Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ θεός, ἕκαστον ὡς κέκληκεν ὁ κύριος RP f 35 TR ¦ Εἰ μὴ ἑκάστῳ ὡς μεμέρικεν ὁ κύριος, ἕκαστον ὡς κέκληκεν ὁ θεός TNT2 WH NA25 ¦ Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ κύριος, ἕκαστον ὡς κέκληκεν ὁ θεός NA27+28 NIV SBL * 7:18 ⸂ Περιτετμημένος τις ἐκλήθη; … Ἐν ἀκροβυστίᾳ τις ἐκλήθη; RP f 35 TR ¦ Περιτετμημένος τις ἐκλήθη; … Ἐν ἀκροβυστίᾳ κέκληταί τις; TNT2 WH NA NIV SBL * 7:22 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:24 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῷ TR * 7:29 ⸉ τὸ λοιπόν ἐστιν RP f 35 TR ¦ ἐστιν· τὸ λοιπόν TNT2 WH NA NIV SBL * 7:31 ⸂ τῷ κόσμῳ τούτῳ … τοῦ κόσμου τούτου RP f 35 TR ¦ τὸν κόσμον … τοῦ κόσμου τούτου TNT2 WH NA NIV SBL * 7:32 ⸂ πῶς ἀρέσει τῷ κυρίῳ … πῶς ἀρέσει τῇ γυναικί RP f 35 TR ¦ πῶς ἀρέσῃ τῷ κυρίῳ … πῶς ἀρέσῃ τῇ γυναικί TNT2 WH NA NIV SBL * 7:34 ⸂ Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος. Ἡ ἄγαμος μεριμνᾷ RP f 35 ¦ Μεμέρισται ἡ γυνὴ καὶ ἡ παρθένος. Ἡ ἄγαμος μεριμνᾷ TR ¦ Καὶ μεμέρισται. Καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ TNT2 WH NA NIV SBL * 7:34 ⸂2 καὶ σώματι καὶ πνεύματι RP f 35 TR ¦ καὶ τῷ σώματι καὶ τῷ πνεύματι TNT2 WH NA NIV SBL * 7:34 ⸂3 ἀρέσει RP f 35 TR ¦ ἀρέσῃ TNT2 WH NA NIV SBL * 7:35 ⸂ συμφέρον RP f 35 TR ¦ σύμφορον TNT2 WH NA NIV SBL * 7:35 ⸂2 εὐπρόσεδρον RP f 35 TR ¦ εὐπάρεδρον TNT2 WH NA NIV SBL * 7:37 ⸂ ἑδραῖος ἐν τῇ καρδίᾳ RP f 35 TR ¦ ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος TNT2 WH NA NIV SBL * 7:37 ⸂2 καρδίᾳ αὐτοῦ RP f 35 TR ¦ ἰδίᾳ καρδίᾳ TNT2 WH NA NIV SBL * 7:37 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:37 ⸂3 ποιεῖ RP f 35 TR ¦ ποιήσει TNT2 WH NA NIV SBL * 7:38 ⸂ ἐκγαμίζων RP f 35 TR ¦ γαμίζων TNT2 WH NA NIV SBL * 7:38 ⸆ – RP f 35 TR ¦ τὴν παρθένον ἑαυτοῦ TNT2 SBL ¦ τὴν ἑαυτοῦ παρθένον WH NA NIV * 7:38 ⸂2 ὁ δὲ RP f 35 TR ¦ καὶ ὁ TNT2 WH NA NIV SBL * 7:38 ⸂3 ἐκγαμίζων RP f 35 TR ¦ γαμίζων TNT2 WH NA NIV SBL * 7:38 ⸂4 ποιεῖ RP f 35 TR ¦ ποιήσει TNT2 WH NA NIV SBL * 7:39 ⸋ νόμῳ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:39 ⸂ ὁ ἀνὴρ αὐτῆς … ὁ ἀνήρ RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ ἀνὴρ αὐτῆς … ὁ ἀνήρ αὐτῆς TR * 7:39 ⸋2 καὶ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 7:40 ⸂ δὲ RP f 35 TR TNT2 NA NIV SBL ¦ γὰρ WH