11
Ὄφελον ἀνείχεσθέ μου μικρὸν *τῇ ἀφροσύνῃ·⸃ ἀλλὰ καὶ ἀνέχεσθέ μου. Ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ χριστῷ. Φοβοῦμαι δὲ μήπως ὡς ὄφις *Εὔαν ἐξηπάτησενἐν τῇ πανουργίᾳ αὐτοῦ, *οὕτωςφθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος *τῆς εἰς *τὸνχριστόν. Εἰ μὲν γὰρ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, πνεῦμα ἕτερον λαμβάνετε οὐκ ἐλάβετε, εὐαγγέλιον ἕτερον οὐκ ἐδέξασθε, καλῶς ἀνείχεσθε. Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπὲρ λίαν ἀποστόλων. Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλοὐ τῇ γνώσει· ἀλλἐν παντὶ *φανερωθέντεςἐν πᾶσιν εἰς ὑμᾶς. ἁμαρτίαν ἐποίησα *ἐμαυτὸνταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν; Ἄλλας ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν· καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθείς, οὐ κατενάρκησα οὐδενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοί, ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀβαρῆ *ὑμῖν ἐμαυτὸνἐτήρησα καὶ τηρήσω. 10 Ἔστιν ἀλήθεια χριστοῦ ἐν ἐμοί, ὅτι καύχησις αὕτη οὐ *φραγήσεταιεἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας. 11 Διὰ τί; Ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; θεὸς οἶδεν. 12  δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν καυχῶνται, εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς. 13 Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους χριστοῦ. 14 Καὶ οὐ *θαυμαστόν·⸃ αὐτὸς γὰρ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. 15 Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
16 Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μήγε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα *κἀγὼ μικρόν τικαυχήσωμαι. 17  λαλῶ, οὐ *λαλῶ κατὰ κύριον,⸊ ἀλλὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. 18 Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ *τὴνσάρκα, κἀγὼ καυχήσομαι. 19 Ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες. 20 Ἀνέχεσθε γάρ, εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις *ὑμᾶς εἰς πρόσωπονδέρει. 21 Κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς *ἠσθενήσαμεν·⸃ ἐν δἄν τις τολμᾷἐν ἀφροσύνῃ λέγωτολμῶ κἀγώ. 22 Ἑβραῖοί εἰσιν; Κἀγώ. Ἰσραηλῖταί εἰσιν; Κἀγώ. Σπέρμα Ἀβραάμ εἰσιν; Κἀγώ. 23 Διάκονοι χριστοῦ εἰσιν;—παραφρονῶν λαλῶὙπὲρ ἐγώ. Ἐν κόποις περισσοτέρως, *ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως,⸊ ἐν θανάτοις πολλάκις, 24 ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον. 25 Τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· 26 ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· 27  *ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι.⸃ 28 Χωρὶς τῶν παρεκτός, ἐπισύστασίς *μου καθἡμέραν, μέριμνα πασῶν τῶν ἐκκλησιῶν. 29 Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; 30 Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. 31  θεὸς καὶ πατὴρ *τοῦ κυρίου Ἰησοῦ χριστοῦοἶδεν, ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. 32 Ἐν Δαμασκῷ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν *Δαμασκηνῶν πόλιν,⸊ πιάσαι με *θέλων·⸌ 33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.
* 11:1 ⸂ τῇ ἀφροσύνῃ RP f 35 TR ¦ τι ἀφροσύνης TNT2 WH NA NIV SBL * 11:3 ⸉ Εὔαν ἐξηπάτησεν RP f 35 TR ¦ Ἐξηπάτησεν εὔαν TNT2 WH NA NIV SBL * 11:3 ⸂ οὕτως RP f 35 ¦ οὕτω TR ¦ – TNT2 WH NA NIV SBL * 11:3 ⸆ – RP f 35 TR ¦ καὶ τῆς ἁγνότητος TNT2 WH NA NIV SBL * 11:3 ⸋ τὸν RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ – NA25 * 11:6 ⸂ φανερωθέντες RP f 35 TR ¦ φανερώσαντες TNT2 WH NA NIV SBL * 11:7 ⸂ ἐμαυτὸν RP TR TNT2 WH NA NIV SBL ¦ ἑαυτὸν f 35 * 11:9 ⸉ ὑμῖν ἐμαυτὸν RP f 35 TR ¦ ἐμαυτὸν ὑμῖν TNT2 WH NA NIV SBL * 11:10 ⸂ φραγήσεται RP f 35 TNT2 WH NA NIV SBL ¦ σφραγίσεται TR * 11:14 ⸂ θαυμαστόν RP f 35 TR ¦ θαῦμα TNT2 WH NA NIV SBL * 11:16 ⸉ κἀγὼ μικρόν τι RP f 35 TNT2 WH NA NIV SBL ¦ μικρόν τι κἀγὼ TR * 11:17 ⸉ λαλῶ κατὰ κύριον RP f 35 TR ¦ κατὰ κύριον λαλῶ TNT2 WH NA NIV SBL * 11:18 ⸋ τὴν RP f 35 TR WH NA25 ¦ – TNT2 NA27+28 NIV SBL * 11:20 ⸉ ὑμᾶς εἰς πρόσωπον RP f 35 TR ¦ εἰς πρόσωπον ὑμᾶς TNT2 WH NA NIV SBL * 11:21 ⸂ ἠσθενήσαμεν RP f 35 TR ¦ ἠσθενήκαμεν TNT2 WH NA NIV SBL * 11:23 ⸉ ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως RP f 35 TR ¦ ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως TNT2 WH NA NIV SBL * 11:27 ⸂ ἐν κόπῳ … ἐν ἀγρυπνίαις … ἐν λιμῷ … ἐν νηστείαις … ἐν ψύχει καὶ γυμνότητι. RP f 35 TR ¦ κόπῳ … ἐν ἀγρυπνίαις … ἐν λιμῷ … ἐν νηστείαις … ἐν ψύχει καὶ γυμνότητι. TNT2 WH NA NIV SBL * 11:28 ⸂ μου RP f 35 TR ¦ μοι TNT2 WH NA NIV SBL * 11:31 ⸂ τοῦ κυρίου Ἰησοῦ χριστοῦ RP f 35 ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ TR ¦ τοῦ κυρίου Ἰησοῦ TNT2 WH NA NIV SBL * 11:32 ⸉ Δαμασκηνῶν πόλιν RP f 35 TR ¦ πόλιν Δαμασκηνῶν TNT2 WH NA NIV SBL * 11:32 ⸋ θέλων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL