12
Καυχᾶσθαι *δὴοὐ *2συμφέρει μοι·⸃ ἐλεύσομαι *3γὰρεἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου. Οἶδα ἄνθρωπον ἐν χριστῷ πρὸ ἐτῶν δεκατεσσάρωνεἴτε ἐν σώματι οὐκ οἶδα· εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα· θεὸς οἶδενἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπονεἴτε ἐν σώματι, εἴτε *ἐκτὸςτοῦ σώματος, οὐκ οἶδα· θεὸς οἶδεν ὅτι ἡρπάγη εἰς τὸν παράδεισον, καὶ ἤκουσεν ἄρρητα ῥήματα, οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι· ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις *μου·⸌ ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ βλέπει με, ἀκούει *τιἐξ ἐμοῦ. Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων **ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι.⸃ Ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπἐμοῦ. Καὶ εἴρηκέν μοι, Ἀρκεῖ σοι χάρις μου· γὰρ δύναμίς *μουἐν ἀσθενείᾳ τελειοῦται. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις *2μου,⸌ ἵνα ἐπισκηνώσῃ ἐπἐμὲ δύναμις τοῦ χριστοῦ. 10 Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, **ἐνστενοχωρίαις, ὑπὲρ χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
11 Γέγονα ἄφρων *καυχώμενος·⸌ ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπὲρ λίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι. 12 Τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, *ἐνσημείοις *καὶ τέρασιν καὶ δυνάμεσιν. 13 Τί γάρ ἐστιν ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
14 Ἰδού, τρίτον *ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω *ὑμῶν·⸌ οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλὰ ὑμᾶς· οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλοἱ γονεῖς τοῖς τέκνοις. 15 Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ *καὶπερισσοτέρως ὑμᾶς *ἀγαπῶν,⸃ ἧττον ἀγαπῶμαι. 16 Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον. 17 Μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, διαὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; 18 Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν· μή τι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; Οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; Οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
19  *Πάλινδοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; *2Κατενώπιον*τοῦθεοῦ ἐν χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς. 20 Φοβοῦμαι γάρ, μήπως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε· μήπως *ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι·⸃ 21 μὴ πάλιν *ἐλθόντα με θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ἔπραξαν.
* 12:1 ⸂ δὴ RP f 35 TR ¦ δεῖ TNT2 WH NA NIV SBL * 12:1 ⸂2 συμφέρει μοι RP f 35 TR ¦ συμφέρον μέν TNT2 WH NA NIV SBL * 12:1 ⸂3 γὰρ RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 12:3 ⸂ ἐκτὸς RP f 35 TR ¦ χωρὶς TNT2 WH NA NIV SBL * 12:5 ⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:6 ⸋ τι RP f 35 TR NA27+28 NIV73 SBL ¦ – TNT2 WH NA25 NIV11 * 12:7 ⸆ – RP f 35 TR ¦ διὸ TNT2 WH NA NIV SBL * 12:7 ⸂ ἵνα μὴ ὑπεραίρωμαι … ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. RP f 35 TR WH NA NIV SBL ¦ ἵνα μὴ ὑπεραίρωμαι … ἵνα με κολαφίζῃ. TNT2 * 12:9 ⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:9 ⸋2 μου RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 12:10 ⸆ – RP f 35 TR TNT2 ¦ καὶ WH NA NIV SBL * 12:10 ⸋ ἐν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 12:11 ⸋ καυχώμενος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:12 ⸋ ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:12 ⸆ – RP f 35 TR TNT2 ¦ τε WH NA NIV SBL * 12:14 ⸆ – RP f 35 TR ¦ τοῦτο TNT2 WH NA NIV SBL * 12:14 ⸋ ὑμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:15 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:15 ⸂ ἀγαπῶν RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ ἀγαπῶ WH NA25 NIV11 * 12:19 ⸂ Πάλιν RP f 35 TR ¦ Πάλαι TNT2 WH NA NIV SBL * 12:19 ⸂2 Κατενώπιον RP f 35 TR ¦ Κατέναντι TNT2 WH NA NIV SBL * 12:19 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:20 ⸂ ἔρεις, ζῆλοι, … ἀκαταστασίαι RP TR ¦ ἔρις, ζῆλοι, … ἀκαταστασίαι f 35 ¦ ἔρεις, ζῆλος, … ἀκαταστασίαι TNT2 ¦ ἔρις, ζῆλος, … ἀκαταστασίαι WH NA NIV SBL * 12:21 ⸂ ἐλθόντα με RP ¦ ἐλθόντα με ταπεινώσῃ f 35 TR ¦ ἐλθόντος μου ταπεινώσει με TNT2 ¦ ἐλθόντος μου ταπεινώσῃ με WH NA NIV SBL