11
Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ *ἐκ φαινομένων τὰ βλεπόμεναγεγονέναι. Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν *προσήνεγκεν τῷ θεῷ, διἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ·⸃ καὶ διαὐτῆς ἀποθανὼν ἔτι *2λαλεῖται.⸃ Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν θεός· πρὸ γὰρ τῆς μεταθέσεως *αὐτοῦμεμαρτύρηται εὐηρεστηκέναι τῷ θεῷ· χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ, ὅτι ἔστιν, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ· διἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος. Πίστει *καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς *τὸντόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται. Πίστει παρῴκησεν εἰς *γῆν τῆς ἐπαγγελίας, ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· 10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς θεός. 11 Πίστει καὶ αὐτὴ Σάρρα *δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν, καὶ παρὰ καιρὸν ἡλικίας *ἔτεκεν,⸌ ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον. 12 Διὸ καὶ ἀφἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ *ὡς ἄμμος παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἀναρίθμητος.
13 Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ *λαβόντεςτὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες, *καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. 14 Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν. 15 Καὶ εἰ μὲν ἐκείνης *ἐμνημόνευονἀφἧς *2ἐξῆλθον,⸃ εἶχον ἂν καιρὸν ἀνακάμψαι. 16  *Νῦνδὲ κρείττονος ὀρέγονται, τοῦτἔστιν, ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς θεός, θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.
17 Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν τὰς ἐπαγγελίας ἀναδεξάμενος, 18 πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· 19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. 20 Πίστει *περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. 21 Πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. 22 Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. 23 Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον· καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. 24 Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, 25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· 26 μείζονα πλοῦτον ἡγησάμενος τῶν *Αἰγύπτουθησαυρῶν τὸν ὀνειδισμὸν τοῦ χριστοῦ· ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν. 27 Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. 28 Πίστει πεποίηκεν τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. 29 Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς· *ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. 30 Πίστει τὰ τείχη Ἰεριχὼ *ἔπεσεν,⸃ κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. 31 Πίστει Ῥαὰβ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετεἰρήνης. 32 Καὶ τί ἔτι λέγω; Ἐπιλείψει *γάρ μεδιηγούμενον χρόνος περὶ Γεδεών, *Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε,⸃ Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν· 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, *ἐνεδυναμώθησανἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. 35 Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, *ἐπρίσθησαν, ἐπειράσθησαν,⸃ ἐν φόνῳ μαχαίρας ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι 38 ὧν οὐκ ἦν ἄξιος κόσμος*ἐνἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39 Καὶ *οὗτοιπάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.
* 11:3 ⸂ ἐκ φαινομένων τὰ βλεπόμενα RP f 35 TR ¦ ἐκ φαινομένων τὸ βλεπόμενον TNT2 WH NA NIV SBL * 11:4 ⸂ προσήνεγκεν τῷ θεῷ … τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ RP f 35 WH NA NIV SBL ¦ προσήνεγκε τῷ θεῷ … τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ TR ¦ προσήνεγκεν τῷ θεῷ … τοῖς δώροις αὐτοῦ τῷ θεῷ TNT2 * 11:4 ⸂2 λαλεῖται RP f 35 TR ¦ λαλεῖ TNT2 WH NA NIV SBL * 11:5 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:8 ⸆ – RP f 35 TR WH NA NIV SBL ¦ ὁ TNT2 * 11:8 ⸋ τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:9 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὴν TR * 11:11 ⸆ – RP f 35 TR TNT2 WH NA25 SBL ¦ στεῖρα NA27+28 NIV * 11:11 ⸋ ἔτεκεν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:12 ⸂ ὡς ἡ RP f 35 TNT2 WH NA NIV SBL ¦ ὡσεὶ TR * 11:13 ⸂ λαβόντες RP f 35 TR NA27+28 NIV SBL ¦ κομισάμενοι TNT2 WH NA25 * 11:13 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ πεισθέντες TR * 11:15 ⸂ ἐμνημόνευον RP f 35 TR WH NA NIV ¦ μνημονεύουσιν TNT2 SBL * 11:15 ⸂2 ἐξῆλθον RP f 35 TR ¦ ἐξέβησαν TNT2 WH NA NIV SBL * 11:16 ⸂ Νῦν RP f 35 TNT2 WH NA NIV SBL ¦ Νυνὶ TR * 11:20 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 11:26 ⸂ Αἰγύπτου RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν Αἰγύπτῳ TR * 11:29 ⸆ – RP f 35 TR ¦ γῆς TNT2 WH NA NIV SBL * 11:30 ⸂ ἔπεσεν RP f 35 ¦ ἔπεσε TR ¦ ἔπεσαν TNT2 WH NA NIV SBL * 11:32 ⸉ γάρ με RP f 35 TR ¦ με γάρ TNT2 WH NA NIV SBL * 11:32 ⸂ Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε RP f 35 TR ¦ Βαράκ, Σαμψών, Ἰεφθάε TNT2 WH NA NIV SBL * 11:34 ⸂ ἐνεδυναμώθησαν RP f 35 TR ¦ ἐδυναμώθησαν TNT2 WH NA NIV SBL * 11:37 ⸂ ἐπρίσθησαν, ἐπειράσθησαν RP f 35 TR ¦ ἐπρίσθησαν TNT2 NA27+28 NIV SBL ¦ ἐπειράσθησαν, ἐπρίσθησαν WH NA25 * 11:38 ⸂ ἐν RP f 35 TR ¦ ἐπὶ TNT2 WH NA NIV SBL * 11:39 ⸋ οὗτοι RP f 35 TR TNT2 WH NA NIV ¦ – SBL