12
Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, διὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὅς, ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, ὑπέμεινεν σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ *κεκάθικεν.⸃ Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς *αὐτὸνἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Οὔπω μέχρι αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται, Υἱέ μου, μὴ ὀλιγώρει παιδείας κυρίου, μηδὲ ἐκλύου ὑπαὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. *Εἰςπαιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται θεός· τίς γάρ *ἐστινυἱὸς ὃν οὐ παιδεύει πατήρ; Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασιν πάντες, ἄρα *νόθοι ἐστὲ καὶ οὐχ υἱοί.⸊ Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτάς, καὶ ἐνετρεπόμεθα· οὐ *πολλῷ*μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν; 10 Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. 11  *Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲκαρπὸν εἰρηνικὸν τοῖς διαὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης. 12 Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε· 13 καὶ τροχιὰς ὀρθὰς *ποιήσατετοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
14 Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον· 15 ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ· μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ *διὰ ταύτηςμιανθῶσιν *πολλοί· 16 μή τις πόρνος, βέβηλος, ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια *αὐτοῦ.⸃ 17 Ἴστε γὰρ ὅτι καὶ μετέπειτα, θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη· μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
18 Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ *ὄρει,⸌ καὶ κεκαυμένῳ πυρί, καὶ γνόφῳ, καὶ *σκότῳ,⸃ καὶ θυέλλῃ, 19 καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο *μὴπροστεθῆναι αὐτοῖς λόγον· 20 οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον, Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται· * 21 καί, οὕτως φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν, Ἔκφοβός εἰμι καὶ ἔντρομος. 22 Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, 23 πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων *ἐν οὐρανοῖς ἀπογεγραμμένων,⸊ καὶ κριτῇ θεῷ πάντων, καὶ πνεύμασιν δικαίων τετελειωμένων, 24 καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ *κρεῖττονλαλοῦντι παρὰ *2τὸν⸃ Ἄβελ. 25 Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ *ἔφυγον,⸃ *2τὸν ἐπὶ γῆς παραιτησάμενοιχρηματίζοντα, *3πολλῷμᾶλλον ἡμεῖς οἱ τὸν ἀπ*4οὐρανῶνἀποστρεφόμενοι· 26 οὗ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται, λέγων, Ἔτι ἅπαξ ἐγὼ *σείωοὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. 27 Τὸ δέ, Ἔτι ἅπαξ, δηλοῖ *τῶν σαλευομένων τὴν μετάθεσιν,⸃ ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. 28 Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχωμεν χάριν, διἧς *λατρεύομενεὐαρέστως τῷ θεῷ μετὰ *2αἰδοῦς καὶ εὐλαβείας·⸃ 29 καὶ γὰρ θεὸς ἡμῶν πῦρ καταναλίσκον.
* 12:2 ⸂ κεκάθικεν RP f 35 TNT2 WH NA NIV SBL ¦ εκάθισεν TR * 12:3 ⸂ αὐτὸν RP f 35 TR ¦ ἑαυτὸν TNT2 NA NIV ¦ ἑαυτοὺς WH SBL * 12:7 ⸂ Εἰς RP TNT2 WH NA NIV SBL ¦ Εἰ f 35 TR * 12:7 ⸋ ἐστιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:8 ⸉ νόθοι ἐστὲ καὶ οὐχ υἱοί RP f 35 TR ¦ νόθοι καὶ οὐχ υἱοί ἐστὲ TNT2 WH NA NIV SBL * 12:9 ⸂ πολλῷ RP f 35 TR ¦ πολὺ TNT2 WH NA NIV SBL * 12:9 ⸆ – RP f 35 TR TNT2 WH NA25 NIV11 SBL ¦ δὲ NA27+28 NIV73 * 12:11 ⸂ Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν … ὕστερον δὲ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ Πᾶσα μὲν παιδεία πρὸς μὲν τὸ παρὸν … ὕστερον δὲ WH NA25 * 12:13 ⸂ ποιήσατε RP f 35 TR ¦ ποιεῖτε TNT2 WH NA NIV SBL * 12:15 ⸂ διὰ ταύτης RP f 35 TR TNT2 NA25 ¦ δι᾽ αὐτῆς WH NA27+28 NIV SBL * 12:15 ⸆ – RP f 35 TR NA27+28 NIV SBL ¦ οἱ TNT2 WH NA25 * 12:16 ⸂ αὐτοῦ RP f 35 TR ¦ ἑαυτοῦ TNT2 WH NA NIV SBL * 12:18 ⸋ ὄρει RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:18 ⸂ σκότῳ RP f 35 TR ¦ ζόφῳ TNT2 WH NA NIV SBL * 12:19 ⸋ μὴ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 12:20 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἢ βολίδι κατατοξευθήσεται TR * 12:23 ⸉ ἐν οὐρανοῖς ἀπογεγραμμένων RP f 35 TR ¦ ἀπογεγραμμένων ἐν οὐρανοῖς TNT2 WH NA NIV SBL * 12:24 ⸂ κρεῖττον RP f 35 TNT2 WH NA NIV SBL ¦ κρείττονα TR * 12:24 ⸂2 τὸν RP TR TNT2 WH NA NIV SBL ¦ τὸ f 35 * 12:25 ⸂ ἔφυγον RP f 35 TR ¦ ἐξέφυγον TNT2 WH NA NIV SBL * 12:25 ⸂2 τὸν ἐπὶ γῆς παραιτησάμενοι RP f 35 ¦ τὸν ἐπὶ τῆς γῆς παραιτησάμενοι TR ¦ ἐπὶ γῆς παραιτησάμενοι τὸν TNT2 WH NA NIV SBL * 12:25 ⸂3 πολλῷ RP f 35 TR ¦ πολὺ TNT2 WH NA NIV SBL * 12:25 ⸂4 οὐρανῶν RP TR TNT2 WH NA NIV SBL ¦ οὐρανοῦ f 35 * 12:26 ⸂ σείω RP f 35 TR ¦ σείσω TNT2 WH NA NIV SBL * 12:27 ⸂ τῶν σαλευομένων τὴν μετάθεσιν RP f 35 TR ¦ τὴν τῶν σαλευομένων μετάθεσιν TNT2 WH NA NIV ¦ τῶν σαλευομένων μετάθεσιν SBL * 12:28 ⸂ λατρεύομεν RP f 35 ¦ λατρεύωμεν TR TNT2 WH NA NIV SBL * 12:28 ⸂2 αἰδοῦς καὶ εὐλαβείας RP f 35 TR ¦ εὐλαβείας καὶ δέους TNT2 WH NA NIV SBL