ΚΑΤΑ ΙΩΑΝΝΗΝ
1
Ἐν ἀρχῇ ἦν λόγος, καὶ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. Πάντα διαὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν γέγονεν. Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ σκοτία αὐτὸ οὐ κατέλαβεν.
Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν διαὐτοῦ. Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
Ἦν τὸ φῶς τὸ ἀληθινόν, φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. 10 Ἐν τῷ κόσμῳ ἦν, καὶ κόσμος διαὐτοῦ ἐγένετο, καὶ κόσμος αὐτὸν οὐκ ἔγνω. 11 Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. 12 Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· 13 οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλἐκ θεοῦ ἐγεννήθησαν. 14 Καὶ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖνκαὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρόςπλήρης χάριτος καὶ ἀληθείας.
15 Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγεν λέγων, Οὗτος ἦν *ὃν εἶπον,⸃ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν· ὅτι πρῶτός μου ἦν. 16  *Καὶἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος. 17 Ὅτι νόμος διὰ Μωσέως ἐδόθη, χάρις καὶ ἀλήθεια διὰ Ἰησοῦ χριστοῦ ἐγένετο. 18 Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· *μονογενὴς *υἱός,⸃ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.
19 Καὶ αὕτη ἐστὶν μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν *οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν, Σὺ τίς εἶ; 20 Καὶ ὡμολόγησεν, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι *Οὐκ εἰμὶ ἐγὼ χριστός. 21 Καὶ ἠρώτησαν αὐτόν, Τί οὖν; *Ἠλίας εἶ σύ;⸊ Καὶ λέγει, Οὐκ εἰμί. προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη, Οὔ. 22 Εἶπον οὖν αὐτῷ, Τίς εἶ; Ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. Τί λέγεις περὶ σεαυτοῦ; 23 Ἔφη, Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας προφήτης. 24 Καὶ *οἱἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. 25 Καὶ ἠρώτησαν αὐτόν, καὶ εἶπον αὐτῷ, Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ χριστός, *οὔτε Ἠλίας, οὔτε προφήτης; 26 Ἀπεκρίθη αὐτοῖς Ἰωάννης λέγων, Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος *δὲὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε. 27  *Αὐτός ἐστιν*2ὀπίσω μου ἐρχόμενος, *3ὃς ἔμπροσθέν μου γέγονεν·⸌ οὗ *ἐγὼ οὐκ εἰμὶἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. 28 Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν *Ἰωάννης βαπτίζων.
29 Τῇ ἐπαύριον βλέπει *τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, Ἴδε ἀμνὸς τοῦ θεοῦ, αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. 30 Οὗτός ἐστιν *περὶοὗ ἐγὼ εἶπον, Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. 31 Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν *τῷὕδατι βαπτίζων. 32 Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον *ὡσεὶπεριστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπαὐτόν. 33 Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, Ἐφὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπαὐτόν, οὗτός ἐστιν βαπτίζων ἐν πνεύματι ἁγίῳ. 34 Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν *υἱὸςτοῦ θεοῦ.
35 Τῇ ἐπαύριον πάλιν εἱστήκει *Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο· 36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει, Ἴδε ἀμνὸς τοῦ θεοῦ. 37 Καὶ ἤκουσαν *αὐτοῦ οἱ δύο μαθηταὶλαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. 38 Στραφεὶς δὲ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς, Τί ζητεῖτε; Οἱ δὲ εἶπον αὐτῷ, Ῥαββί λέγεται *ἑρμηνευόμενον,⸃ Διδάσκαλεποῦ μένεις; 39 Λέγει αὐτοῖς, Ἔρχεσθε καὶ *ἴδετε.⸃ Ἦλθον *καὶ εἶδον ποῦ μένει· καὶ παραὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα *2 ἦν ὡς δεκάτη. 40 Ἦν Ἀνδρέας ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ. 41 Εὑρίσκει οὗτος *πρῶτοςτὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ, Εὑρήκαμεν τὸν Μεσίαν ἐστιν μεθερμηνευόμενον, *χριστός. 42  *Καὶἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. Ἐμβλέψας *αὐτῷ Ἰησοῦς εἶπεν, Σὺ εἶ Σίμων υἱὸς *Ἰωνᾶ·⸃ σὺ κληθήσῃ Κηφᾶς ἑρμηνεύεται Πέτρος.
43 Τῇ ἐπαύριον ἠθέλησεν *ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ * Ἰησοῦς,⸌ Ἀκολούθει μοι. 44 Ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 45 Εὑρίσκει Φίλιππος τὸν Ναθαναήλ, καὶ λέγει αὐτῷ, Ὃν ἔγραψεν Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν *τὸνυἱὸν *2τοῦἸωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 46 Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ *Φίλιππος, Ἔρχου καὶ ἴδε. 47 Εἶδεν *Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει περὶ αὐτοῦ, Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν δόλος οὐκ ἔστιν. 48 Λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; Ἀπεκρίθη *Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε. 49 Ἀπεκρίθη *Ναθαναήλ καὶ λέγει αὐτῷ,⸃ Ῥαββί, σὺ εἶ υἱὸς τοῦ θεοῦ, σὺ *2εἶ βασιλεὺςτοῦ Ἰσραήλ. 50 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν σοι, *Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων ὄψει. 51 Καὶ λέγει αὐτῷ, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, *ἀπἄρτιὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
* 1:15 ⸂ ὃν εἶπον RP f 35 TR TNT2 NA NIV SBL ¦ ὁ εἰπών WH * 1:16 ⸂ Καὶ RP f 35 TR ¦ Ὅτι TNT2 WH NA NIV SBL * 1:18 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:18 ⸂ υἱός RP f 35 TR ¦ θεὸς TNT2 WH NA NIV SBL * 1:19 ⸆ – RP f 35 TR NIV73 SBL ¦ πρὸς αὐτὸν TNT2 WH NA NIV11 * 1:20 ⸉ Οὐκ εἰμὶ ἐγὼ RP f 35 TR ¦ Ἐγὼ οὐκ εἰμὶ TNT2 WH NA NIV SBL * 1:21 ⸉ Ἠλίας εἶ σύ RP f 35 TR NA25 ¦ Σὺ Ἠλίας εἶ TNT2 NA27+28 NIV SBL ¦ Σὺ Ἠλείας εἶ WH * 1:24 ⸋ οἱ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:25 ⸂ οὔτε … οὔτε RP f 35 TR ¦ οὐδὲ … οὐδὲ TNT2 WH NA NIV SBL * 1:26 ⸋ δὲ RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL * 1:27 ⸋ Αὐτός ἐστιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:27 ⸋2 ὁ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 1:27 ⸋3 ὃς ἔμπροσθέν μου γέγονεν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:27 ⸂ ἐγὼ οὐκ εἰμὶ RP f 35 TR ¦ οὐκ εἰμὶ ἐγὼ TNT2 WH NA NIV ¦ οὐκ εἰμὶ SBL * 1:28 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL * 1:29 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ ὁ Ἰωάννης f 35 TR * 1:30 ⸂ περὶ RP f 35 TR ¦ ὑπὲρ TNT2 WH NA NIV SBL * 1:31 ⸋ τῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:32 ⸂ ὡσεὶ RP TR ¦ ὡς f 35 TNT2 WH NA NIV SBL * 1:34 ⸂ υἱὸς RP f 35 TR TNT2 WH NA NIV73 ¦ ἐκλεκτὸς NIV11 SBL * 1:35 ⸋ ὁ RP f 35 TR NA NIV SBL ¦ – TNT2 WH * 1:37 ⸉ αὐτοῦ οἱ δύο μαθηταὶ RP f 35 TR ¦ οἱ δύο μαθηταὶ αὐτοῦ TNT2 WH NA NIV SBL * 1:38 ⸂ ἑρμηνευόμενον RP f 35 TR ¦ μεθερμηνευόμενον TNT2 WH NA NIV SBL * 1:39 ⸂ ἴδετε RP f 35 TR ¦ ὄψεσθε TNT2 WH NA NIV SBL * 1:39 ⸆ – RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL * 1:39 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ δέ TR * 1:41 ⸂ πρῶτος RP f 35 TR ¦ πρῶτον TNT2 WH NA NIV SBL * 1:41 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὅ TR * 1:42 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:42 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR * 1:42 ⸂ Ἰωνᾶ RP f 35 TR ¦ Ἰωάνου TNT2 WH ¦ Ἰωάννου NA NIV SBL * 1:43 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ Ἰησοῦς TR * 1:43 ⸋ ὁ Ἰησοῦς RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR * 1:45 ⸋ τὸν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 1:45 ⸋2 τοῦ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 1:46 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL * 1:47 ⸋ ὁ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25 * 1:48 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR * 1:49 ⸂ Ναθαναήλ καὶ λέγει αὐτῷ RP f 35 TR ¦ αὐτῷ Ναθαναήλ TNT2 WH NA NIV SBL * 1:49 ⸂2 εἶ ὁ βασιλεὺς RP f 35 TR ¦ βασιλεὺς εἶ TNT2 WH NA NIV SBL * 1:50 ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL * 1:51 ⸋ ἀπ᾽ ἄρτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL