24
Τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου βαθέος, *ἦλθον ἐπὶ τὸ μνῆμα,⸊ φέρουσαι ἡτοίμασαν ἀρώματα, *καί τινες σὺν αὐταῖς.⸌ Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου. *Καὶ εἰσελθοῦσαιοὐχ εὗρον τὸ σῶμα *τοῦ κυρίου Ἰησοῦ.⸌ Καὶ ἐγένετο ἐν τῷ *διαπορεῖσθαιαὐτὰς περὶ τούτου, καὶ ἰδού, *ἄνδρες δύοἐπέστησαν αὐταῖς ἐν *2ἐσθήσεσιν ἀστραπτούσαις·⸃ ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν *τὸ πρόσωπονεἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Οὐκ ἔστιν ὧδε, ἀλλἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων *ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπουπαραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς. 10 Ἦσαν δὲ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία *Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, *αἳἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11 Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα *αὐτῶν,⸃ καὶ ἠπίστουν αὐταῖς. 12  * δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια *2κείμεναμόνα· καὶ ἀπῆλθεν πρὸς *ἑαυτὸνθαυμάζων τὸ γεγονός.⸌
13 Καὶ ἰδού, δύο ἐξ αὐτῶν *ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳεἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ὄνομα Ἐμμαούς. 14 Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. 15 Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς *Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς. 16 Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17 Εἶπεν δὲ πρὸς αὐτούς, Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους *περιπατοῦντες, καί ἐστε σκυθρωποί;⸃ 18 Ἀποκριθεὶς δὲ * εἷς,⸃ *2 ὄνομαΚλεοπᾶς, εἶπεν πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς *Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; 19 Καὶ εἶπεν αὐτοῖς, Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, *ὃςἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ· 20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν. 21 Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά γε *σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει *σήμερονἀφοὗ ταῦτα ἐγένετο. 22 Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον· 23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῇν. 24 Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς *καὶαἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον. 25 Καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς, ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· 26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; 27 Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, *διηρμήνευεναὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ *2ἑαυτοῦ.⸃ 28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο· καὶ αὐτὸς *προσεποιεῖτο*2πορρωτέρωπορεύεσθαι. 29 Καὶ παρεβιάσαντο αὐτόν, λέγοντες, Μεῖνον μεθἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστίν, καὶ κέκλικεν * ἡμέρα. Καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς. 30 Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μεταὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησεν, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. 31 Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπαὐτῶν. 32 Καὶ εἶπον πρὸς ἀλλήλους, Οὐχὶ καρδία ἡμῶν καιομένη ἦν *ἐν ἡμῖν,⸌ ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, *2καὶὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; 33 Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον *συνηθροισμένουςτοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, 34 λέγοντας ὅτι *Ἠγέρθη κύριος ὄντως,⸊ καὶ ὤφθη Σίμωνι. 35 Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
36 Ταῦτα δὲ αὐτῶν λαλούντων, *αὐτὸς * Ἰησοῦςἔστη ἐν μέσῳ αὐτῶν, *2καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν.⸌ 37 Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 Καὶ εἶπεν αὐτοῖς, Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν *ταῖς καρδίαιςὑμῶν; 39 Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι *αὐτὸς ἐγώ εἰμι·⸊ ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40  *Καὶ τοῦτο εἰπὼν *ἐπέδειξεναὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.⸌ 41 Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς, Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42 Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, *καὶ ἀπὸ μελισσίου κηρίου.⸌ 43 Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
44 Εἶπεν δὲ *αὐτοῖς,⸃ Οὗτοι οἱ λόγοι, *οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα *2ἐν τῷ νόμῳ Μωσέως καὶ προφήταις καὶ ψαλμοῖςπερὶ ἐμοῦ. 45 Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς γραφάς· 46 καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτως γέγραπται, *καὶ οὕτως ἔδειπαθεῖν τὸν χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ *μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶνεἰς πάντα τὰ ἔθνη, *2ἀρξάμενονἀπὸ Ἱερουσαλήμ. 48 Ὑμεῖς *δέ*2ἐστεμάρτυρες τούτων. 49 Καὶ *ἰδού,⸌ ἐγὼ *ἀποστέλλωτὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει *2Ἱερουσαλήμ,⸌ ἕως οὗ ἐνδύσησθε *δύναμιν ἐξ ὕψους.⸊
50 Ἐξήγαγεν δὲ αὐτοὺς *ἔξωἕως *εἰςΒηθανίαν· καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπαὐτῶν, *καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.⸌ 52 Καὶ αὐτοὶ *προσκυνήσαντες αὐτόν,⸌ ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης· 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ, *αἰνοῦντες καὶεὐλογοῦντες τὸν θεόν. *2Ἀμήν.⸌
* 24:1 ⸉ ἦλθον ἐπὶ τὸ μνῆμα RP f 35 TR TNT2 ¦ ἐπὶ τὸ μνῆμα ἦλθαν WH ¦ ἐπὶ τὸ μνῆμα ἦλθον NA NIV SBL * 24:1 ⸋ καί τινες σὺν αὐταῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:3 ⸂ Καὶ εἰσελθοῦσαι RP f 35 TR ¦ Εἰσελθοῦσαι δὲ TNT2 WH NA NIV SBL * 24:3 ⸋ τοῦ κυρίου Ἰησοῦ RP f 35 TR TNT2 ⟦WH⟧ NA NIV ¦ – SBL * 24:4 ⸂ διαπορεῖσθαι RP f 35 TR ¦ ἀπορεῖσθαι TNT2 WH NA NIV SBL * 24:4 ⸉ ἄνδρες δύο RP f 35 TNT2 WH NA NIV SBL ¦ δύο ἄνδρες TR * 24:4 ⸂2 ἐσθήσεσιν ἀστραπτούσαις RP f 35 TR ¦ ἐσθῆτι ἀστραπτούσῃ TNT2 WH NA NIV SBL * 24:5 ⸂ τὸ πρόσωπον RP f 35 TR ¦ τὰ πρόσωπα TNT2 WH NA NIV SBL * 24:7 ⸉ ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου RP f 35 TR ¦ τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ TNT2 WH NA NIV SBL * 24:10 ⸆ – RP TR ¦ ἡ f 35 TNT2 WH NA NIV SBL * 24:10 ⸋ αἳ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:11 ⸂ αὐτῶν RP f 35 TR ¦ ταῦτα TNT2 WH NA NIV SBL * 24:12 ⸋ Ὁ δὲ … τὸ γεγονός. RP f 35 TR TNT2 ⟦WH⟧ NA27+28 NIV SBL ¦ – NA25 * 24:12 ⸋2 κείμενα RP f 35 TR ¦ – TNT2 ⟦WH⟧ NA27+28 NIV SBL * 24:12 ⸂ ἑαυτὸν RP f 35 TR NA27+28 NIV ¦ αὐτὸν TNT2 ¦ αὑτὸν ⟦WH⟧ SBL * 24:13 ⸉ ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ RP f 35 TR TNT2 ¦ ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι WH NA NIV SBL * 24:15 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:17 ⸂ περιπατοῦντες, καί ἐστε σκυθρωποί; RP f 35 TR ¦ περιπατοῦντες; Καί ἐστάθησαν σκυθρωποί. TNT2 WH NA NIV SBL * 24:18 ⸂ ὁ εἷς RP f 35 TR ¦ εἷς TNT2 WH NA NIV11 SBL ¦ εἷς ἐξ αὐτῶν NIV73 * 24:18 ⸂2 ᾧ ὄνομα RP f 35 TR ¦ ὀνόματι TNT2 WH NA NIV SBL * 24:18 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν TR * 24:19 ⸂ ὃς RP TR TNT2 WH NA NIV SBL ¦ ὡς f 35 * 24:21 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 24:21 ⸋ σήμερον RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 24:24 ⸋ καὶ RP f 35 TR NA NIV SBL ¦ – TNT2 WH * 24:27 ⸂ διηρμήνευεν RP f 35 TR ¦ διερμήνευσεν TNT2 WH NA27+28 NIV SBL ¦ διηρμήνευσεν NA25 * 24:27 ⸂2 ἑαυτοῦ RP f 35 TR WH NA NIV SBL ¦ αὐτοῦ TNT2 * 24:28 ⸂ προσεποιεῖτο RP f 35 TR ¦ προσεποιήσατο TNT2 WH NA NIV SBL * 24:28 ⸂2 πορρωτέρω RP f 35 TR ¦ πορρώτερον TNT2 WH NA NIV SBL * 24:29 ⸆ – RP f 35 TR ¦ ἤδη TNT2 WH NA NIV SBL * 24:32 ⸋ ἐν ἡμῖν RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 24:32 ⸋2 καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:33 ⸂ συνηθροισμένους RP f 35 TR ¦ ἠθροισμένους TNT2 WH NA NIV SBL * 24:34 ⸉ Ἠγέρθη ὁ κύριος ὄντως RP f 35 TR ¦ Ὄντως ἠγέρθη ὁ κύριος TNT2 WH NA NIV SBL * 24:36 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ f 35 * 24:36 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:36 ⸋2 καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν. RP f 35 TR TNT2 ⟦WH⟧ NA27+28 NIV ¦ – NA25 SBL * 24:38 ⸂ ταῖς καρδίαις RP f 35 TR ¦ τῇ καρδίᾳ TNT2 WH NA NIV SBL * 24:39 ⸉ αὐτὸς ἐγώ εἰμι RP f 35 TR ¦ ἐγώ εἰμι αὐτός TNT2 WH NA NIV SBL * 24:40 ⸋ Καὶ τοῦτο … τοὺς πόδας. RP f 35 TR TNT2 ⟦WH⟧ NA27+28 NIV SBL ¦ – NA25 * 24:40 ⸂ ἐπέδειξεν RP f 35 TR ¦ ἔδειξεν TNT2 ⟦WH⟧ NA27+28 NIV SBL * 24:42 ⸋ καὶ ἀπὸ μελισσ(ε)ίου κηρίου RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 24:44 ⸂ αὐτοῖς RP f 35 TR ¦ πρὸς αὐτούς TNT2 WH NA NIV SBL * 24:44 ⸆ – RP f 35 TR ¦ μου TNT2 WH NA NIV SBL * 24:44 ⸂2 ἐν τῷ νόμῳ … καὶ προφήταις καὶ ψαλμοῖς RP f 35 TR SBL ¦ ἐν τῷ νόμῳ … καὶ τοῖς προφήταις καὶ ψαλμοῖς TNT2 WH NA NIV * 24:46 ⸋ καὶ οὕτως ἔδει RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:47 ⸂ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν RP f 35 TR TNT2 NIV73 SBL ¦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν WH NA NIV11 * 24:47 ⸂2 ἀρξάμενον RP f 35 TR ¦ ἀρξάμενοι TNT2 WH NA NIV SBL * 24:48 ⸋ δέ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:48 ⸋2 ἐστε RP f 35 TR TNT2 SBL ¦ – WH NA NIV * 24:49 ⸋ ἰδού RP f 35 TR TNT2 WH NA NIV73 SBL ¦ – NIV11 * 24:49 ⸂ ἀποστέλλω RP f 35 TR NA27+28 NIV ¦ ἐξαποστέλλω TNT2 WH NA25 SBL * 24:49 ⸋2 Ἱερουσαλήμ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:49 ⸉ δύναμιν ἐξ ὕψους RP f 35 TR ¦ ἐξ ὕψους δύναμιν TNT2 WH NA NIV SBL * 24:50 ⸋ ἔξω RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL * 24:50 ⸂ εἰς RP f 35 TR ¦ πρὸς TNT2 WH NA NIV SBL * 24:51 ⸋ καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν RP f 35 TR TNT2 ⟦WH⟧ NA27+28 NIV ⟦SBL⟧ ¦ – NA25 * 24:52 ⸋ προσκυνήσαντες αὐτόν RP f 35 TR TNT2 ⟦WH⟧ NA27+28 NIV ⟦SBL⟧ ¦ – NA25 * 24:53 ⸋ αἰνοῦντες καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 24:53 ⸋2 Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL