11
Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. Ἦν δὲ Μαρία ἀλείψασα τὸν κύριον μύρῳ, καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν *αὐτῆς,⸃ ἧς ἀδελφὸς Λάζαρος ἠσθένει. Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. Ἀκούσας δὲ Ἰησοῦς εἶπεν, Αὕτη ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον, ἀλλὑπὲρ τῆς δόξης τοῦ θεοῦ, ἵνα δοξασθῇ υἱὸς τοῦ θεοῦ διαὐτῆς. Ἠγάπα δὲ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ἦν τόπῳ δύο ἡμέρας. Ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς, Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. Λέγουσιν αὐτῷ οἱ μαθηταί, Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; Ἀπεκρίθη *Ἰησοῦς, Οὐχὶ δώδεκά *εἰσιν ὧραιτῆς ἡμέρας; Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει. 10 Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. 11 Ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, Λάζαρος φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. 12 Εἶπον οὖν οἱ μαθηταὶ *αὐτοῦ,⸃ Κύριε, εἰ κεκοίμηται, σωθήσεται. 13 Εἰρήκει δὲ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 14 Τότε οὖν εἶπεν αὐτοῖς Ἰησοῦς παρρησίᾳ, Λάζαρος ἀπέθανεν. 15 Καὶ χαίρω διὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. 16 Εἶπεν οὖν Θωμᾶς, λεγόμενος Δίδυμος, τοῖς συμμαθηταῖς, Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μεταὐτοῦ.
17 Ἐλθὼν οὖν Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας *ἡμέρας ἤδηἔχοντα ἐν τῷ μνημείῳ. 18 Ἦν δὲ *Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων, ὡς ἀπὸ σταδίων δεκαπέντε· 19  *καὶ πολλοὶἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς *2τὰς περὶ Μάρθανκαὶ Μαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ *αὐτῶν.⸌ 20  οὖν Μάρθα, ὡς ἤκουσεν ὅτι *Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. 21 Εἶπεν οὖν *Μάρθα πρὸς *τὸνἸησοῦν, Κύριε, εἰ ἦς ὧδε, * ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει.⸃ 22  *Ἀλλὰκαὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεόν, δώσει σοι θεός. 23 Λέγει αὐτῇ Ἰησοῦς, Ἀναστήσεται ἀδελφός σου. 24 Λέγει αὐτῷ *Μάρθα, Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 25 Εἶπεν αὐτῇ Ἰησοῦς, Ἐγώ εἰμι ἀνάστασις καὶ ζωή· πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· 26 καὶ πᾶς ζῶν καὶ πιστεύων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο; 27 Λέγει αὐτῷ, Ναί, κύριε· ἐγὼ πεπίστευκα, ὅτι σὺ εἶ χριστός, υἱὸς τοῦ θεοῦ, εἰς τὸν κόσμον ἐρχόμενος. 28 Καὶ *ταῦταεἰποῦσα ἀπῆλθεν, καὶ ἐφώνησεν Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ, εἰποῦσα, διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε. 29 Ἐκείνη *ὡς ἤκουσεν, *ἐγείρεταιταχὺ καὶ *2ἔρχεταιπρὸς αὐτόν. 30 Οὔπω δὲ ἐληλύθει Ἰησοῦς εἰς τὴν κώμην, ἀλλἦν *ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ Μάρθα. 31 Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μεταὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, *λέγοντεςὅτι Ὑπάγει εἰς τὸ μνημεῖον, ἵνα κλαύσῃ ἐκεῖ. 32  οὖν Μαρία, ὡς ἦλθεν ὅπου ἦν *Ἰησοῦς, ἰδοῦσα αὐτόν, ἔπεσεν *αὐτοῦ εἰς τοὺς πόδαςλέγουσα αὐτῷ, Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν *ἀπέθανέν μου ἀδελφός. 33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι, καὶ ἐτάραξεν ἑαυτόν, 34 καὶ εἶπεν, Ποῦ τεθείκατε αὐτόν; Λέγουσιν αὐτῷ, Κύριε, ἔρχου καὶ ἴδε. 35 Ἐδάκρυσεν Ἰησοῦς. 36 Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Ἴδε πῶς ἐφίλει αὐτόν. 37 Τινὲς δὲ ἐξ αὐτῶν εἶπον, Οὐκ ἠδύνατο οὗτος, ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; 38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον. Ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπαὐτῷ. 39 Λέγει Ἰησοῦς, Ἄρατε τὸν λίθον. Λέγει αὐτῷ ἀδελφὴ τοῦ *τεθνηκότοςΜάρθα, Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν. 40 Λέγει αὐτῇ Ἰησοῦς, Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ θεοῦ; 41 Ἦραν οὖν τὸν λίθον, *οὗ ἦν τεθνηκὼς κείμενος.⸌ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπεν, Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. 42 Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. 43 Καὶ ταῦτα εἰπών, φωνῇ μεγάλῃ ἐκραύγασεν, Λάζαρε, δεῦρο ἔξω. 44  *Καὶἐξῆλθεν τεθνηκώς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγει *αὐτοῖς Ἰησοῦς,⸊ Λύσατε αὐτόν, καὶ ἄφετε *ὑπάγειν.
45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι *ἐποίησεν * Ἰησοῦς,⸌ ἐπίστευσαν εἰς αὐτόν. 46 Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους, καὶ εἶπον αὐτοῖς *ἐποίησεν *Ἰησοῦς.
47 Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον, Τί ποιοῦμεν; Ὅτι οὗτος ἄνθρωπος πολλὰ *σημεῖα ποιεῖ.⸊ 48 Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. 49 Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, Ὑμεῖς οὐκ οἴδατε οὐδέν, 50 οὐδὲ *διαλογίζεσθεὅτι συμφέρει *2ἡμῖνἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. 51 Τοῦτο δὲ ἀφἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν ὅτι ἔμελλεν *Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους, 52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. 53 Ἀπἐκείνης οὖν τῆς ἡμέρας *συνεβουλεύσαντοἵνα ἀποκτείνωσιν αὐτόν.
54  *Ἰησοῦς οὖνοὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραῒμ λεγομένην πόλιν, κἀκεῖ *2διέτριβενμετὰ τῶν μαθητῶν *αὐτοῦ.⸌ 55 Ἦν δὲ ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων· καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ Πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούς. 56 Ἐζήτουν οὖν τὸν Ἰησοῦν, καὶ ἔλεγον μετἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες, Τί *δοκεῖ ὑμῖν;⸊ Ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; 57 Δεδώκεισαν δὲ *καὶοἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι *ἐντολήν,⸃ ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.
* 11:2 ⸂ αὐτῆς RP TR TNT2 WH NA NIV SBL ¦ ἑαυτῆς f 35 * 11:9 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR * 11:9 ⸉ εἰσιν ὧραι RP TR ¦ ὧραι εἰσιν f 35 TNT2 WH NA NIV SBL * 11:12 ⸂ αὐτοῦ RP f 35 TR ¦ αὐτῷ TNT2 WH NA NIV SBL * 11:17 ⸉ ἡμέρας ἤδη RP f 35 TR ¦ ἤδη ἡμέρας TNT2 WH NA NIV SBL * 11:18 ⸋ ἡ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 11:19 ⸂ καὶ πολλοὶ RP f 35 TR ¦ πολλοὶ δὲ TNT2 WH NA NIV SBL * 11:19 ⸂2 τὰς περὶ Μάρθαν RP f 35 TR ¦ τὴν Μάρθαν TNT2 WH NA NIV SBL * 11:19 ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:20 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR * 11:21 ⸆ – RP f 35 ¦ ἡ TR TNT2 WH NA NIV SBL * 11:21 ⸋ τὸν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 11:21 ⸂ ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει RP f 35 TR ¦ οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου TNT2 WH NA NIV SBL * 11:22 ⸋ Ἀλλὰ RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL * 11:24 ⸆ – RP f 35 TR ¦ ἡ TNT2 WH NA NIV SBL * 11:28 ⸂ ταῦτα RP f 35 TR ¦ τοῦτο TNT2 WH NA NIV SBL * 11:29 ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 11:29 ⸂ ἐγείρεται RP f 35 TR NA25 ¦ ἠγέρθη TNT2 WH NA27+28 NIV SBL * 11:29 ⸂2 ἔρχεται RP f 35 TR ¦ ἤρχετο TNT2 WH NA NIV SBL * 11:30 ⸆ – RP f 35 TR ¦ ἔτι TNT2 WH NA NIV SBL * 11:31 ⸂ λέγοντες RP f 35 TR ¦ δόξαντες TNT2 WH NA NIV SBL * 11:32 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:32 ⸂ αὐτοῦ εἰς τοὺς πόδας RP f 35 ¦ εἰς τοὺς πόδας αὐτοῦ TR ¦ αὐτοῦ πρὸς τοὺς πόδας TNT2 WH NA NIV SBL * 11:32 ⸉ ἀπέθανέν μου RP f 35 ¦ ἀπέθανέ μου TR ¦ μου ἀπέθανέν TNT2 WH NA NIV SBL * 11:39 ⸂ τεθνηκότος RP f 35 TR ¦ τελευτηκότος TNT2 ¦ τετελευτηκότος WH NA NIV SBL * 11:41 ⸋ οὗ ἦν ὁ τεθνηκὼς κείμενος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:44 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:44 ⸉ αὐτοῖς ὁ Ἰησοῦς RP f 35 TR TNT2 NA NIV SBL ¦ ὁ Ἰησοῦς αὐτοῖς WH * 11:44 ⸆ – RP f 35 TR ¦ αὐτὸν TNT2 WH NA NIV SBL * 11:45 ⸂ ἃ RP f 35 TR NA27+28 NIV SBL ¦ ὃ TNT2 WH NA25 * 11:45 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:46 ⸂ ἃ RP TR TNT2 WH NA NIV SBL ¦ ὅσα f 35 * 11:46 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:47 ⸉ σημεῖα ποιεῖ RP f 35 TR ¦ ποιεῖ σημεῖα TNT2 WH NA NIV SBL * 11:50 ⸂ διαλογίζεσθε RP f 35 TR ¦ λογίζεσθε TNT2 WH NA NIV SBL * 11:50 ⸂2 ἡμῖν RP f 35 TR ¦ ὑμῖν TNT2 WH NA NIV SBL * 11:51 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ ὁ f 35 TR * 11:53 ⸂ συνεβουλεύσαντο RP f 35 TR ¦ ἐβουλεύσαντο TNT2 WH NA NIV SBL * 11:54 ⸂ Ἰησοῦς οὖν RP f 35 TR ¦ Ὁ οὖν Ἰησοῦς TNT2 WH NA NIV SBL * 11:54 ⸂2 διέτριβεν RP f 35 ¦ διέτριβε TR ¦ ἔμεινεν TNT2 WH NA NIV SBL * 11:54 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:56 ⸉ δοκεῖ ὑμῖν RP TR TNT2 WH NA NIV SBL ¦ ὑμῖν δοκεῖ f 35 * 11:57 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:57 ⸂ ἐντολήν RP f 35 TR ¦ ἐντολὰς TNT2 WH NA NIV SBL