10
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής. δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. Τούτῳ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα *καλεῖκατὄνομα, καὶ ἐξάγει αὐτά. *Καὶὅταν τὰ ἴδια *πρόβατα*2ἐκβάλῃ,⸃ ἔμπροσθεν αὐτῶν πορεύεται· καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ *ἀκολουθήσωσιν,⸃ ἀλλὰ φεύξονται ἀπαὐτοῦ· ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα *ἦν ἐλάλει αὐτοῖς.
Εἶπεν οὖν πάλιν *αὐτοῖς Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν *2ὅτιἐγώ εἰμι θύρα τῶν προβάτων. Πάντες ὅσοι *ἦλθονκλέπται εἰσὶν καὶ λῃσταί· ἀλλοὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι θύρα· διἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. 10  κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν, καὶ περισσὸν ἔχωσιν. 11 Ἐγώ εἰμι ποιμὴν καλός· ποιμὴν καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. 12  μισθωτὸς *δέ,⸌ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ *εἰσὶντὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησιν τὰ πρόβατα, καὶ φεύγει· καὶ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει *2τὰ πρόβατα.⸌ 13  * δὲ μισθωτὸς φεύγει,⸌ ὅτι μισθωτός ἐστιν, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14 Ἐγώ εἰμι ποιμὴν καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ *γινώσκομαι ὑπὸ τῶν ἐμῶν.⸃ 15 Καθὼς γινώσκει με πατήρ, κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16 Καὶ ἄλλα πρόβατα ἔχω, οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά *με δεῖἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν· καὶ *γενήσεταιμία ποίμνη, εἷς ποιμήν. 17 Διὰ τοῦτο * πατήρ μεἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. 18 Οὐδεὶς *αἴρειαὐτὴν ἀπἐμοῦ, ἀλλἐγὼ τίθημι αὐτὴν ἀπἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
19 Σχίσμα *οὖνπάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. 20 Ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; 21 Ἄλλοι *ἔλεγον, Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς *ἀνοίγειν;⸃
22 Ἐγένετο *δὲ*τὰ Ἐγκαίνια ἐν *2 Ἱεροσολύμοις, *2καὶχειμὼν ἦν· 23 καὶ περιεπάτει Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ *Σολομῶνος. 24 Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. 25 Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς, Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· 26 ἀλλὑμεῖς οὐ πιστεύετε· *οὐ γάρἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, *καθὼς εἶπον ὑμῖν.⸌ 27 Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου *ἀκούει,⸃ κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι· 28 κἀγὼ *ζωὴν αἰώνιον δίδωμι αὐτοῖς·⸊ καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29  πατήρ μου *ὃςδέδωκέν μοι, **μείζων πάντωνἐστίν· καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός *μου.⸌ 30 Ἐγὼ καὶ πατὴρ ἕν ἐσμεν. 31 Ἐβάστασαν *οὖνπάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32 Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς, Πολλὰ *καλὰ ἔργα ἔδειξα ὑμῖνἐκ τοῦ πατρός *μου·⸌ διὰ ποῖον αὐτῶν ἔργον *λιθάζετέ με;⸃ 33 Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι *λέγοντες,⸌ Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. 34 Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς, Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, *Ἐγὼ εἶπα, Θεοί ἐστε; 35 Εἰ ἐκείνους εἶπεν θεούς, πρὸς οὓς λόγος τοῦ θεοῦ ἐγένετοκαὶ οὐ δύναται λυθῆναι γραφή 36 ὃν πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ θεοῦ εἰμι; 37 Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· 38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις *πιστεύσατε· ἵνα γνῶτε καὶ πιστεύσητεὅτι *2ἐν ἐμοὶ πατήρ, κἀγὼ ἐν αὐτῷ.⸃ 39 Ἐζήτουν *οὖν*πάλιν αὐτὸν πιάσαι·⸊ καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
40 Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων· καὶ ἔμεινεν ἐκεῖ. 41 Καὶ πολλοὶ ἦλθον πρὸς αὐτόν, καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν· πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν. 42 Καὶ *ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν.⸊
* 10:3 ⸂ καλεῖ RP f 35 TR ¦ φωνεῖ TNT2 WH NA NIV SBL * 10:4 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:4 ⸂ πρόβατα RP f 35 TR ¦ πάντα TNT2 WH NA NIV SBL * 10:4 ⸂2 ἐκβάλῃ RP TR TNT2 WH NA NIV SBL ¦ ἐκβάλλῃ f 35 * 10:5 ⸂ ἀκολουθήσωσιν RP f 35 TR ¦ ἀκολουθήσουσιν TNT2 WH NA NIV SBL * 10:6 ⸂ ἦν RP f 35 TR WH NA NIV SBL ¦ ᾖ TNT2 * 10:7 ⸋ αὐτοῖς RP f 35 TR TNT2 SBL ¦ – WH NA NIV * 10:7 ⸋2 ὅτι RP f 35 TR NA NIV SBL ¦ – TNT2 WH * 10:8 ⸂ ἦλθον RP ¦ ἦλθον πρὸ ἐμοῦ f 35 TNT2 WH NA NIV SBL ¦ πρὸ ἐμοῦ ἦλθον TR * 10:12 ⸋ δέ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 10:12 ⸂ εἰσὶν RP f 35 ¦ εἰσὶ TR ¦ ἔστιν TNT2 WH NA NIV SBL * 10:12 ⸋2 τὰ πρόβατα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:13 ⸋ Ὁ δὲ μισθωτὸς φεύγει RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:14 ⸂ γινώσκομαι ὑπὸ τῶν ἐμῶν RP f 35 TR ¦ γινώσκουσίν με τὰ ἐμά TNT2 NA28 ¦ γινώσκουσί με τὰ ἐμά WH NA25+27 NIV SBL * 10:16 ⸉ με δεῖ RP f 35 TR ¦ δεῖ με TNT2 WH NA NIV SBL * 10:16 ⸂ γενήσεται RP f 35 TR NA25 ¦ γενήσονται TNT2 WH NA27+28 NIV SBL * 10:17 ⸉ ὁ πατήρ με RP f 35 TR ¦ με ὁ πατὴρ TNT2 WH NA NIV SBL * 10:18 ⸂ αἴρει RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἦρεν WH NA25 * 10:19 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:21 ⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ δὲ NIV73 * 10:21 ⸂ ἀνοίγειν RP f 35 TR ¦ ἀνοῖξαι TNT2 WH NA NIV SBL * 10:22 ⸋ δὲ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 10:22 ⸆ – RP f 35 TR TNT2 ¦ τότε WH NA NIV SBL * 10:22 ⸆2 – RP f 35 ¦ τοῖς TR TNT2 WH NA NIV SBL * 10:22 ⸋2 καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:23 ⸆ – RP f 35 ¦ τοῦ TR TNT2 WH NA NIV SBL * 10:26 ⸂ οὐ γάρ RP f 35 TR ¦ ὅτι οὐκ TNT2 WH NA NIV SBL * 10:26 ⸋ καθὼς εἶπον ὑμῖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:27 ⸂ ἀκούει RP f 35 TR ¦ ἀκούουσιν TNT2 WH NA NIV SBL * 10:28 ⸉ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς RP f 35 TR ¦ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον TNT2 WH NA NIV SBL * 10:29 ⸂ ὃς RP f 35 TR NIV ¦ ὃ TNT2 WH NA SBL * 10:29 ⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ αὐτὰ NIV73 * 10:29 ⸉ μείζων πάντων RP f 35 TR NIV ¦ πάντων μεῖζόν TNT2 WH NA ¦ πάντων μεῖζων SBL * 10:29 ⸋ μου RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 10:31 ⸋ οὖν RP f 35 TR TNT2 SBL ¦ – WH NA NIV * 10:32 ⸉ καλὰ ἔργα ἔδειξα ὑμῖν RP f 35 TR TNT2 ¦ ἔργα ἔδειξα ὑμῖν καλὰ WH NA25 ¦ ἔργα καλὰ ἔδειξα ὑμῖν NA27+28 NIV SBL * 10:32 ⸋ μου RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 10:32 ⸂ λιθάζετέ με RP f 35 TR ¦ ἐμὲ λιθάζετέ TNT2 WH NA NIV SBL * 10:33 ⸋ λέγοντες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:34 ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL * 10:38 ⸂ πιστεύσατε … πιστεύσητε RP f 35 TR ¦ πιστεύετε … γινώσκητε TNT2 WH NA NIV SBL * 10:38 ⸂2 ἐν ἐμοὶ ὁ πατήρ, κἀγὼ ἐν αὐτῷ RP f 35 TR ¦ ἐν ἐμοὶ ὁ πατήρ, κἀγὼ ἐν τῷ πατρί TNT2 WH NA NIV SBL * 10:39 ⸋ οὖν RP f 35 TR TNT2 WH NA NIV73 SBL ¦ – NIV11 * 10:39 ⸉ πάλιν αὐτὸν πιάσαι RP TR TNT2 SBL ¦ πάλιν πιάσαι αὐτὸν f 35 ¦ αὐτὸν πάλιν πιάσαι WH NA NIV * 10:42 ⸉ ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν RP f 35 TR ¦ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ TNT2 WH NA NIV SBL